no image
DDbDP-text
Petition to the Nomarch via HGV-meta
Linked by Trismegistos ID
TM 20967.
Each record below describes this same ancient text from a different angle.
Κάλλωνι νομάρχηι Ἀντινόου παρὰ Λυσιμάχου τοῦ καὶ Διδύμου καὶ Φιλοσαράπιδος ἀμφοτέρων Ἡρακλείδου Ματιδίων τῶν καὶ Καλειτεκνείων. Φιλαντίνοος ἕ τερος ἡμῶν ἀδελφὸς ἀπονοίᾳ χρησάμενος τὴν μητρικὴν ἡμῶν δούλην ὀνόματι Μάρτιλλαν ὑπέ θετο δανειστῇδανιστῇ τινι ἐν τῷ Ἀρσενοΐτῃ χωρὶς τῆς ἡμῶν γνώμης ἐπʼ ἐκστροφῇἐξτροφῇ, οὐ δεόντως τὸ ἀργύριον εἰς τὸ ἴδι ον μόνος ἀπενεγκάμενοςἀπηνεγκάμενος. ὅθεν ἐ πιδίδομεν τόδε τὸ βιβλίδιον, ἀξιοῦν τες ἔχειν σε αὐτὸ ἐν καταχωρισμῷ πρὸς μαρτύριον, ὅπως δυνηθῶμεν τὰ ἴδια μέρη ἀπολαβεῖνἀπολαβῖν τῆς παιδίσκης, ἵνʼ ὦμενὠ βεβοηθημένοι. διευτύχει. ἔτους θ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Θῶθ ιε. Λυσίμαχος ὁ καὶ Δίδυμος ἐπιδέδωκα. Φιλοσάραπις Ἡρακλείδου συνεπιδέδωκα. ἔνκλημα ΛυσιμάχουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.