no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 38247.
Each record below describes this same ancient text from a different angle.
εἰ μὴ εἰσῆλθεν Πέτρος μετὰ τῶν γραμμάτων τοῦ κυρίου Ἀγαθημέρου οὐκ ἔμαθον ὅτι ὁ κατεχόμενος γεωργὸς ἡμῶν ἐστιν καταμένων ἐν τῶ ἐποικίῳἐποικείῳ τοῦ κυρίου Μηνᾶ τοῦ ἀρχίατρουἀρχιίατρου. ἄπελθε τοίνυν μετὰ τοῦ εὐλαβεστάτου Ἄπα ὩρουωγχίουὭρου Ὠγχίου πρὸς Ἄπα Νάκιον καὶ ποίησον αὐτὸν ἀπολυθῆναι· οὐδεμία γὰρ ζήτησις γενήσεταικαινησεται παρʼ ἐμοῦ περὶ τῆς βλάβης τοῦ χωρίου ἢ πρὸς τοὺς ἀγροφυλάκας ἢ πρὸς αὐτὸν Ἄπα ΝάκιονἈπανάκιον εἴτε αὐτὸς αἴτιός ἐστιν ὡς λέγουσιν εἴτε ἄλλος. εἰ δὲ εἰδῇςἰδῇς αὐτὸν δυσχεραίνοντα ἀπολῦσαι αὐτὸν ὅπερ οὐ πιστεύω ἀναδέξασθε αὐτὸν καὶ ἀπολύσατε ἕως ἐξέλθω καὶ συντύχω αὐτῷ, τὸ δὲ ἄχυρον ποίησον μετενεχθῆναι. ἰδοὺ γὰρ καὶ ἄρτι δύο σαργάναςγαργανασ ἀπέστειλαἀπέστιλα. εἰ δὲ χρεία γένοιτο τοῦ ἀπελθεῖν ὑμᾶς κας Λευ τὸν προκουράτορα ἀπέλθατε vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.