no image
DDbDP-text
Linked by Trismegistos ID
TM 41026.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν, βασιλείας τοῦ εὐσεβεστάτου καὶ φιλανθρωποτάτου ἡμῶν δεσπότου Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτο κράτορος ἔτους κγ Μεσορὴ ιθ ζ ἰνδικτίονος ἐν Ἀρσινόῃ. Φλαυίῳ Γεροντίῳ τῷ περιβλέπτῳ κόμετι υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Κολλούθου ἀπὸ τῆς Ἀρσινοϊτῶν πόλεως Αὐρήλιος Γερόντιος περιχύτης δημοσίου βαλανείουβαλανίου ἀπὸ τῆς αὐτῆς πόλεως υἱὸς Φοιβάμμωνος οἰκῶν ἐπʼ ἀμφόδου ΜουιαρίουΜουϊαρίου χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ τῆς ὑμέτερας λαμπρότητος ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ ἐπὶ τῆσδε τῆς πόλεως καὶ τοῦ αὐτοῦ ἀμφόδου ἔσωθεν τοῦ ἐκεῖθε ἐποικίου βλέποντοςβλέποντος εἰς λίβα ἐν οἰκίᾳ ἀνεῳγμένῃ εἰς ἀπηλιώτην ἐν τῷ κλιβάνῳκλε τόπους δύο ἀνεῳγμένους ἕνα μὲν εἰς βορρᾶνβορρᾶ, τὸν δὲ ἄλλον εἰς ἀπηλιώτην μετʼ αὐτῶν τοῦ δικαίουδίου ἐφʼ ὅσον χρόνον βούλει ἀπὸ τοῦ παρελθόντος μηνὸς Παῦνι τέλει τῆς παρελθούσης ἕκτης ἰνδικτίονος καὶ παρασχῶ αὐτῇσοι ὑπὲρ ἐνοικίου αὐτῶν ἐνιαυσίως χρυσίου νομισματίου ἥμισυ τέταρτον χρυσίου νομισματίου 𐅵 δ ὡς νομιτεύεται τοῦ τʼ ἐστιν ὑπὲρ μὲν ἑνὸς τόπου νομισματίου τρίτον καὶ ὑπὲρ τοῦ ἄλλου τόπου νομισματίου τρίτον δωδέκατον . ἡ μίσ θωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Γερόντιος περιχύτης τοῦ δημοσίου βαλανείου υἱὸς Φοιβάμμωνος στοιχεῖ μοι πάντα ὡς πρόκειται δι εμυ ιυστυ διʼ ἐμοῦ Ἰούστου μίσθωσις τόπων β ἐπʼ ἀμφόδου Μουιαρίου γενομένη ὑπὸ Αὐρηλίου Γεροντίου περιχύτου εἰς Φλάυιον Γερόντιον τὸν περίβλεπτον κόμεταSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.