no image
DDbDP-text
Versprechen einer Rechnungsablegung via HGV-meta
Linked by Trismegistos ID
TM 22368.
Each record below describes this same ancient text from a different angle.
ἰνδικτίονος Λύκωνηλι των πόλεως Φλαυίῳ Ἰσιδώρῳ ὀφφικιαλίῳ τάξεως η῾γεμονίας Θηβαίδος χαίρειν. ἐπειδὴ ἅμα σοι προσετάχθημεν ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου μου τοῦ λαμπροτάτου ἡγεμόνος Φλαυίου Ἀντωνίου Δομιτιανοῦ κατιέναι εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν μεθʼ ἧς ὑπεδεξάμεθα ἐσθῆτος πρὸςπρὸ διάδοσιν κατὰ τοῦτο ὁμολογῶ· ὑπεδεξάμην παρὰ Ἀπολλωνίου Βησᾶτος ἐπιμελητοῦ Πανὸς πόλεως καὶ παρὰαρα Μικκάλου Θεοδώρου τὰ ἐντάγια ἑαυτῶν τῆς ἑαυτῶν ἐσθῆ τος ἧς διαδεδώκασιν ἤδηδη ἐπὶ τῆς αὐτῆς Ἀλεξανδρέων καὶ τηρήσω παρʼ ἐμαυτοῦ μέχριμεχρις Ἀλεξανδρείας ἢ ἀπο δοῦναίσυναποδοῦναί σοι αὐτοὺς τοὺς ἀνθρώπους ἢ αὐ τὰ τὰ ἐντάγια πρὸς ἀπολογίαν ἐπὶ τοῦ δικαστηρίουδικαστηρίω, τὴν δὲ χεῖρα ταύτην ἐξεδόμην σοι πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ β καὶ Πρόβου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου Φαῶφι ι. Αὐρήλιος Ὡρίων πρεσβύτερος Ἰουλιανοῦ ἐξεδό μην τὴν χεῖρα ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.