no image
DDbDP-text
Mietung eines Zimmers via HGV-meta
Linked by Trismegistos ID
TM 22334.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Φλαυίου Μεροβαύδου τοῦ λαμπροτάτου. Φλαυίῳ Ἰσιδώρῳ ὀφφικιαλίῳ τάξεως ἡγεμονίας Θηβαίδος παρὰ Αὐρηλίου Φιβαλέωνος Νείλου μητρὸς Ἑρμιόνης ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ἀναγραφομένου ἐπʼ ἀμφόδου πόλεως ἀπηλιώτου. βούλομαι ἑκουσίως καὶ αὐθαι ρέτως μισθώσασθαι παρά σου ἐπὶ διετῆ χρόνον λογιζόμενον ἀπὸ τοῦ ἑξῆς μηνὸς Φαῶφι τῆς ἐνεστώσης ἕκτης ἰνδι κτιόνος ἀπὸ τῆς ὑπαρχούσης σοι ὁλοκλή ρου οἰκίας διστέγου καὶ καταγείουκαταγέου ἐν τῇ ἄνω στέγῃ τόπον ἕνα ἐν τῇ αὐτῇ Ἑρμοῦ πόλει ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου πόλεως ἀπηλιώτου πρὸς οἴκησιν καὶ χρῆσιν, ἐνοικίου κατʼ ἔτος τούτου τοῦ τόπου μόνου ἀργυ ρίου ταλάντων δισχιλίωνδισχιλείων πεντακοσίων ὅπερ ἐνοίκιον ἀποδώσω σοι κατʼ ἔτος πρὸς λῆξιν τοῦ ἐνιαυσίου χρόνου καὶ ἐπὶ τέλει τοῦ τῆς μισθώσεως χρόνου παραδώσω σοι τὸν αὐτὸν τόποντόνδε τὸν τόπον σὺν τῇ ἐφεστώσῃἐφαιστώσῃ αὐτῷ θύρᾳθύρᾳ καὶ τὴν κλεῖδα ὡς παρείληφα ἐνἐπʼ οὐδενὶ καταβλάψας πλὴννδη τῆς χρήσεως. ἡ μίσ θωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Θῶθ ιγ. Αὐρήλιος Φιβαλέων Νείλου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Φλάυιος Ἑρμα πόλλων Ἀπολιναρίου ἀπὸ ὀφφικιαλίων ἐπιτροπῆς ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ παρόν τος γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ Φιλοσαράπιδος ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.