no image
DDbDP-text
Petition for Relief from Consecutive Obligations via HGV-meta
Linked by Trismegistos ID
TM 23655.
Each record below describes this same ancient text from a different angle.
μηδὲν παρασαλευθήσεσθαι τῶν τῆς βουλῆς γραμμάτων, οὐδὲ τοῦτο συγκεχωρημένον ἐκ τῶν θείων καὶ βασιλικῶν διατάξεων. τὸν μὲν οὖν πρῶτον μῆνα τῆς ἀρχης τῷ διεληλυθότι β ἔτει ἀποδέδωκα ουδὲν ἐνδεήσας περὶ τὰ τῇ ἀρχῇ διαφέροντα· δέον οὖν τῷ ἐνεστῶτι ἔτει μηδὲν ἐνοχλεῖσθαί με ἀκολούθως τῷ γεγενημένῳ ψηφίσματι, τοῖς μὲν μαγείροις ἠναγκάσθην εἰς προχρείας λόγον δοῦναι δραχμὰς χιλίαςχειλίας · ἀλλʼ αὗται μὲν δηλονότι παρὰ τοῖς μαγείροις ἀλλαχθήσονταί μοι εἰς τὸν τῆς ἀρχῆς καιρόν· χωρὶς δὲ τού των οὐκ οἶδʼ ὅπως καὶ εἰς συντέλειαν τῶν τοῦ ἐνεστῶτος ἔτους ἀγορανόμων εἰσεπράχθην ἄλλας δραχμὰς πεντακοσίας . τοῦ οὖν ψηφίσματος κατὰ βραχὺ παρακεινουμένου ἐξ οὗ μοι ἀνέβαινεν ἔχειν περὶ ἐμαυτῷ χρηστὰς τὰς ἐλπίδας, δέομαι, ἡγεμὼν δέσποτα, ἐπινεῦσαί σε βεβαίως τῇ δεήσει ταύτῃ ψήφισμα, ἢ πῶς ἐστι δαι τ ὑπόσχεσιν διὰ τὴν εSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.