no image
DDbDP-text
Protest Against Nomination to a Liturgy via HGV-meta
Linked by Trismegistos ID
TM 23654.
Each record below describes this same ancient text from a different angle.
ἀριθμῷ σκβ ἔστι δέ· Λουκίῳ Οὐολουσίῳ Μαικιανῷ ἐπάρχῳ Αἰγύπτου παρὰ Σεραπίωνος Ἁργώθου μητρὸς Τατίχεως τῆς Παχύμιος ἀπὸ ἑβδομήκοντα δύο ἔτη εἰσεδόθην κατʼ ἐπή ρειαν τοι τῶν κατὰ καιρὸν ἡγεμόνων καὶ ἐπιστρατήγων η κρατεῖσθαι οὐ μόνον τούτους ἀλλὰ καὶ λειτουργίαν ὁπότε πρὸ πολ λοῦ χρόνου κατὰ τὸ ἀναγκαῖον οὖν, ἡγεμὼν κύριε, κατέφυγον ἐπὶ σὲ τὸν πάντων σωτῆρα καὶ εὐεργέτην ἀξιῶν, ἐάν σου τῇ τύχῃ δόξῃ, γράψαι τῷ τοῦ νομοῦ στρατηγῷ ἀπαρενόχλητόν με φυλαχθῆναι, ἵνα δυνηθῶ ἐν τοῖς ἰδίοις ἐπιμένειν καὶ ὦ εὐεργετημένος. διευτύχει. Σεραπίων Ἁργώθου μητρὸς Τατίχεως τῆς Παχύμιος ἐπιδέδωκα καθὼς πρόκειται τὸ ἀναφόριον. Παῆσις τοῦ δεῖνα ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔστι δὲ ὑπογραφῆς τοῦ ἡγεμόνος ἀντίγραφον· ὁ τοῦ νομοῦ στρατηγὸς ποιήσει τὰ δέοντα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.