no image
DDbDP-text
Diensteid von Schiffern, die Getreide mit dem Boot transportieren (διεραματῖται) via HGV-meta
Linked by Trismegistos ID
TM 21230.
Each record below describes this same ancient text from a different angle.
Ὧρος τατος μητρὸς καὶ Θέων Λογγείνου μη τρὸς Πλουτάρχης ἀπὸ Ὀξυρύγχων πόλεως οἱ δύο κυβερνῆ ται πάκτωνος ἑνὸς ἀγωγῆς ἀρταβῶν καὶ Ἄρειος Πετεερ μητρὸς Ἡραίδος το κυβερνήτης πάκτω νος ἑνὸς ἀγωγῆς ἀρταβῶν διακοσίων καὶ Ἅρπαλος Μεττίου μητρὸς ος καὶ Ἄρειος Ἥρωνος μητρὸς δος ἀπὸ τοῦ Θινείτου νομοῦ οἱ δύο κυβερνῆται πάκτωνος ἑνὸς ἀγωγῆς ἀρταβῶν διακοσίων καὶ Ἀπίων Ἀπίωνος μη τρὸς υτος ἀπʼ Ὀξυρύγχων πόλεως κυβερνήτης πά κτωνος ἑνὸς ἀγωγῆς ἀρταβῶν διακοσίων καὶ Σαραπάμ μων ἀπελεύθερος Ἁρθώνιος Ἁρθώνιος ἀπʼ Ὀξυρύγχων πόλεως κυβερνήτης πλοίου ἀγωγῆς ἀρταβῶν οἱ πάντες ἐκ ναυκληρίου Ὀξυρύγχων πόλεως ὀμνύομεν τὴν τῶν κυρίων Αὐτοκρατόρων Καισάρων Αὐρηλίων Ἀντωνίνου καὶ Κομμόδου ΣεβαστῶνΣεβατῶν μεγίστων τύχην παραστήσειν ἡμᾶς τοὺς προκειμένους πάκτωνας καὶ πλοῖον ἐξηρτισμένους πάσῃ καταρτείᾳ σὺν τῇ ναυτείᾳ καὶ πορεύσεσθαι σὺν αὐτοῖς εἰς τὴν κιου διέρασιν τοῦ δημοσίου πυροῦ καὶ ὑπηρετῆσαι ἡ μᾶς ἀμέμπτως ἐμφανεῖςἐμφανῖς ὄντας ἄχρι οὗ ἡ διέρασιςδιερας πέρας λάβῃ ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. παρέσχομεν δὲ ἑαυ τῶν ἐνγυητὰς ὁ μὲν Θέων καὶ ὁ Ὧρος Ἀπολλώνιον Χαιρήμωνος τοῦ Θέωνος Σωσικόσμιον τὸν καὶ Ἀλθαιέα καὶ ὁ Ἄρειος Πετεερου Διονύσιον Ἡρακλείδου μητρὸς Σαραπιάδος καὶ ὁ Ἅρπαλος καὶ Ἄριος Ἥρωνος Ἀπελλῆν Θώνιος μητρὸς Ταυσοράπιος ἀπʼ Ὀξυρύγχων πόλεως καὶ ὁ Ἀπίων τὸν ὁμογνήσιον αὐτοῦ ἀδελφὸν Ἀπίωνα τὸν καὶ Κάσιον καὶ ὁ Σαραπάμμων Σαραπίωνα Νείλου τοῦ Νείλου Σωσικόσμιον τὸν καὶ ἈλθαιέαἈλθαιαία τοὺς πάντας παρόντας καὶ εὐδοκοῦντας ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν μεγίστων μηνὸς Ἁδριανοῦ γ. Ἅρπαλος Μεττίου καὶ Ἄρειος Ἥρωνος ὀμωμόκαμενὀμομέκαμεν τὸν ὅρκον καὶ ἕκαστα ποιήσομενποιήσωμεν ὡς πρόκειται. Ἄρειος Ἀρείου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. Ἀπελλῆς Θώνιος ἐγγυῶμαιἐνγυο͂με τὸν Ἅρπαλον καὶ Ἄριον ἭρωνοςἭρονος ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Θέων Λογγείνου καὶ Ὧρος τατος ὀμωμόκαμενὀμομέκαμεν τὸν ὅρκον καὶ ἕ καστα ποιήσομενποιήσωμεν ὡς πρόκειται. Σαραπίων Διογέ νους ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. Ἀπολλώνιος Χαιρήμωνος ἐνγυῶμαι τὸν Θέωνα καὶ Ὧρον ὡς πρόκειται. Ἀπίων ὁ καὶ Κάσις Ἀπίωνος ἐγγυῶμαιἐνγυῶμε τὸν ἀδελφόν μου Ἀπίωνα ὡς πρόκειται. Σαραπάμμων ἀπελεύ θερος Ἁρθώνιος καὶ Ἀπίων Ἀπίωνος ὀμωμόκαμενὀμομωμεν τὸν ὅρκον καὶ ἕκαστα ποιήσομεν ὡς πρόκειται. Αρ ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. Σαραπίων Νείλου τοῦ Νείλου ἐνγυῶμαι τὸν Σαραπάμμωνα τὸν ἀπελεύθερον Ἁρθώνιος πά ντα ποιήσοντα ὡς πρόκειται. Ἄριος Πετεερου ὀμώμοκα τὸν ὅρκον. Διονύσιος Ἡρακλίδου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα καὶ ἐνγυῶμαι αὐτὸν ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.