no image
DDbDP-text
Sklavenfreilassung via HGV-meta
Linked by Trismegistos ID
TM 21227.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ἑβδόμου καὶ ὑπατείας τοῦ αὐτοῦ ἔτους ἕκτου Ἐπεὶφ κ ἐν Ἀπόλλωνος πόλει Μικρᾷ. Βίκτωρ υἱὸς τοῦ τῆς μνήμης Κορνηλίου μητρὸς Μαρίας μονάζων σὺν θεῷ τοῦ εὐαγοῦς μοναστηρίου ἄπα Μακροβίου ὁρμώμενος ἀπὸ τῆς κώμης Τερύθεως τοῦ Ἀπολλωνοπολείτου Μηνᾷ υἱῷ Βίκτορος μητρὸς Εἰρήνης ἐμῷ οἰκέτῃ ὁρμωμένῳ ἀπὸ τῆς κώμης Πούχεως τοῦ Ἀνταιοπολίτου νομοῦ χαίρειν. βουλόμενος εὑρεῖν ἔλεος ἐν καιρῷ τῆς ἐμῆς τελευτῆς ἐν τῷ φρικτῷφρεικτῷ βήματι τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ κατέστησά σε τὸν προγεγραμμένον Μηνᾶν ἐλεύθερον ἀπὸ παντὸς ζυγοῦ δουλείαςδουλίας πρὸς τότω με τυχεῖν ὡς προείρηται ἐλέους εἰς ἄφεσιν καὶ λύτρωσιν τῶν ἐμῶν ἁμαρτιῶν. κατὰ τοῦτο ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Βίκτωρ ἑκὼν καὶ πεπεισμένος ἄνευ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ φόβου καὶ οἱασδήποτε συναρπαγῆς τε καὶ περιγραφῆς καὶ πάσης νομίμου παραγραφῆς καταστῆσαί σε τὸν προγεγραμμένον Μηνᾶν ἐλεύθερον ἀπὸ παντὸς ζυγοῦ δουλείαςδουλίας ἀπὸ τοῦ νῦν ἐπὶ τὸν χρόνον καὶ εισττου μὴ δύνασθαί τινα διαφ εμους παντὶ καιρῷ ἢ χρόνῳ ἕλκειν σε εἰς οἱανδήποτε δουλείαν μήτε ὑπομνῆσαί σε μήτε παρενοχλῆσαι μήτε κ περὶ οἱουδήποτε πράγματος τὸ σύνολον ἀνήκοντος ο ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίου ἐπιχωρίουἐπιχωρίω ἢ ὑπερορίου, μικροῦ ἢ μεγάλου, μήτε διὰ ἐμῶν κληρονόμων, μὴ διὰ ἐντολέως, μὴ διὰ παρενθέτου οἱουδήποτε προσώπου διὰ τό με ἑκόντα καὶ πεπεισμένον τὴν παροῦσαν ἐλευθερίαν συντεθεῖσθαί σοι. εἰς ἀσφάλειαν σὴν καὶ ὅτι ταῦθʼ οὕτως ἔχει καὶ οὐκ ἀποστήσομαι ἐπωμοσάμην τόν τε τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τοῦ περιβεβλημμένου μοι εὐαγοῦς σχήματος καὶ τῆς σωτηρίας καὶ νίκης καὶ διαμονῆς τῶν γαληνοτάτων ἡμῶν δεσποτῶν Φλαουίου Μαυρικίου Τιβερίου καὶ Αἰλίας Κωνσταντίνας τῶν αἰωνίων Αὐγούστων Αὐτοκρατόρων ὅρκον στέργειν καὶ ἐμμένειν διαπαντὸς τῇ δυνάμει ταύτης τῆς ἐλευθερίας καὶ κατὰ μηδένα τρόπον παρασαλεύειν αὐτὴν ἢ μέρος αὐτῆς. εἰ δέ ποτε καιρῷ ἢ χρόνῳ τολμήσειέν τις τῶν ἐμῶν κληρονόμων ὑπεναντίον ταύτης τῆς ἐλευθερίας χωρεῖν, παρέξει λόγῳ προστίμου καὶ παραβάσεως χρυσοῦ οὐγκίας ἔργῳ καὶ δυνάμει ἀπαιτουμένας παρʼ αὐτοῦ καὶ μηδὲν ἧττον ἀρραγῆ καὶ ἀσάλευτον εἶναι διαπαντὸς πανταχοῦ προφερομένη καὶ ἐπερωτηθεὶς εἰς πρόσωπον ταῦθʼ οὕτως ἔχειν εἰς πέρας ἄγειν δώσειν ποιεῖν φυλάττειν ὡμολόγησα. Βίκτωρ Κορνηλίου ὁ προκείμενος ἐθέμην ταύτην τὴν ἐλευθερίαν σιος Πινουτίωνος ἀπὸ μαρτυρῶ τῇ ἐλευθερίαι ἀκούσας παρὰ τοῦ θεμένου Ἀντίνοος Σενούθου ἀπὸ Πούχεως μαρτυρῶ τῇ ἐλευθερίαι ἀκούσας παρὰ τοῦ θεμένου ἀπὸ Τερύθεως μαρτυρῶ τῇ ἐλευθε ρίᾳ ἀκούσας παρὰ τοῦ θεμένου ἐλευθερία ἐλευεθερSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.