no image
DDbDP-text
Surrender of church land to Apollos, Joseph’s son, by a bishop via HGV-meta
Linked by Trismegistos ID
TM 21416.
Each record below describes this same ancient text from a different angle.
εριμνιον τῆς δς ἐσπαρμένης δημοσίας συντελείας τε καὶ προσόδου τοῦ κτήματος· καὶ τοίνυν τὴν εἰρημένην ἐμφυτευτικὴν ὁμολογίαν, ἐφʼ αἷς περιέχει διαστολαῖςδιαστολαι ἁπάσαις, βεβαιοῦμεν ἀκολούθως τῇ αὐτῆς δυνάμει πανταλοῦ ἐπιφερομένην διὰ παντὸς εἰς τὸ παντελές· σήμερον αὖθις τὰς αὐτὰς παρακλήσεις προσηνενόχαμέν σοι τῷ προειρημένῳ Ἀπολλῶτι υἱῷ Ἰωσηφίου περὶ φανεροῦ ἡμίσεως μέρους κτήματος τῆς προρηθείσης ἁγίας ἐκκλησίας ὑποστάσεως ἀρουρῶν ὅσων ἐστιν σὺν ὑδρεύμασι καὶ διαφόροις φυτοῖς καὶ οἰκοδομήμασι μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου ἐντὸς καὶ ἐκτὸς κατὰ τὰ ὅρια, διακειμένου ἐν πεδιάδι κώμης Θμουναμήρεως τοῦ αὐτοῦ Ἀνταιοπολίτου νομοῦ, κοινοῦ ὄντος κατὰ τὸ ἥμισυ μέρος πρὸς τὴν προειρημένην ἁγίαν ἐκκλησίαν καὶ πρὸς τοὺς κληρονόμους τοῦ τῆς λαμπρᾶς μνήμης Ἀσκληπιοῦ Δωροθέου ὑπὲρ ἄλλου ἡμίσεως μέρους, καὶ περὶ ἑτέρων ἀρουρῶν οὐσῶν ἐν τῷ κτήματι διακειμένῳ ἐν πεδιάδι κώμης Πτέμη τῆς αὐτῆς Ἀνταιοπολιτῶν λεγομένῳ Πιαϩ Πάπα, σὺν μέρει ὑδρευμάτων καὶ πάντων ἐνόντων καὶ ἀνηκόντων καὶ προσκυρούντων τῷ αὐτῷ κτήματι δικαίων τε καὶ χρηστηρίων κατὰ τὰ παλαιὰ αὐτοῦ ὅρια· ὥστε σε κατὰ παραχωρητικὴν καὶ ἐγχωρητικὴν ὁμολογίαν τούτων κρατεῖν καὶ δεσπόζειν, καὶ κτᾶσθαι τὴν τούτων παντοίαν πρόσοδόν τε καὶ νομὴν και δεσποτείαν καὶ χρῆσιν καὶ ἐπικαρπείαν, ἀντὶ τῆς ἐνελκομένης τούτοις δημοσίας συντελείας κανονικῆς τε καὶ προσκαίρου πρὸς τὴν ἀπογραφὴν τοῦ δημοσίου κώδικος Ἰωάννου τοῦ τῆς λογίας μνήμης ἀπογενομένου σχολαστικοῦ καὶ κηνσίτορος· καὶ ἄρξασθαι τὴν ἀνάλημψιν τῶν τούτων ἐκφορίων ἀπὸ τοῦ νῦν ἐν ἀγροῖς καρποῦ τῆς σὺν Θεῷ εἰσιούσης τετάρτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντελές· διʼ ὃ ὁμολογοῦμεν ἐντεῦθεν ἤδη ὑπόμνυντες τόν τε παντοκράτορα Θεὸν καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ γαληνοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος παρακεχωρηκέναι καὶ ἐκκεχωρηκέναι σοι τῷ προειρημένῳ Ἀπολλῶτι Ἰωσηφίου ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα καὶ διηνεκὴ χρόνον τὴν νομὴν καὶ αἰωνίαν δεσποτείαν καὶ χρῆσιν καὶ ἐπικαρπείαν τοῦ ὁλοκλήρου ἡμῶν μέρους τῶν δύο κτημάτων κατὰ τὰς ἄνω εἰρημένας διαστολάς· ἐφʼ ᾧ σε τοῦτο ἕξειν ἀντὶ τῶν ἐνελκομένων αὐτῷ εὐσεβῶν δημοσίων τελεσμάτων κανονικῶν τε καὶ προσκαίρων ἀπὸ τοῦ νῦν ἐν ἀγροῖς καρποῦ τῆς σὺν Θεῷ εὐτυχῶς ἐσομένης τετάρτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντελές, καὶ ἐξεῖναί σοι πάντα κυρίως πράττειν κατὰ τὸν δοκοῦντά σοι κυριευτικὸν τρόπον, ὡς οἱ νόμοι δίδουσιν τοῖς αὐτοτελέσιαὐτωτελέσι δεσπόταις, ἀμέμπτως καὶ ακαι ἀκαταγνώστως, πρὸς τὸτω δύνασθαί σε πᾶσαν βελτίωσιν καὶ καλλιεργείανκαλιεργείαν ἐνδείξασθαι ὡς εἰς δύναμιν σήν, καὶ εἰ ἐθελήσοις, ἐκμισθώσασθαι καὶ φορολογεῖν καὶ ἐκποιεῖν καὶ μεταποιεῖν ἁπαξ απλῶς παντὶ δοκοῦντί σοι τρόπῳ· ἐξουσίαν ἔχεις ἀπεντεῦθεν τοῦ λοιποῦ τῆς τε νομῆς καὶ δεσποτείας τοῦ προειρημένου ὁλοκλήρου μέρους ἡμῶν τῶν προτεταγμένων δύο κτημάτων· καὶ οὐκ ἔξεστι ἡμῖν ἤτοι τῷ δικαίῳ τῆς αὐτῆς ἁγίας ἐκκλησίας καὶ τοῖς κατὰκαι καιρὸν ἐσομένοις κληρικοῖς τε καὶ διοικηταῖς καὶ ἐπισκόποις ἄλλο τι βουλεύσασθαι ἢ μετανοῆσαι ἢ μεταμελεῖσθαι ὑπὲρ ταύτην τὴν ἐγχωρητικὴν καὶ παραχωρητικὴν ἔγγραφον ὁμολογίαν· ἀλλʼ ἐπὶ τῷ ταύτην βεβαιοῦσθαι καὶ κυροῦσθαι ἐπὶ πάσης ἀρχῆς καὶ ἐξουσίας προφερομένηνπροφερομενης· ἀδείας σοι οὔσης ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας χρῆσθαι τρόπῳ ᾧ ἂν βουλήθῃςβουληθειῃς τὸ εἰρημένον μέρος κτημάτων καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ διακατόχους, μηδενός σοι ἀντιποιουμένου ἢ ἀντιποιησομένουἀντιποιηθησομένου πώποτε τῶν μεθʼ ἡμᾶς διαδόχων τῆς αὐτῆς ἁγίας ἐκκλησίας καὶ τῶν κατὰ καιρὸν ἐσομένων διοικητῶν τε καὶ κληρικῶν, διὰ τὸ ἡμᾶς ἀρτίως ἐπὶ τούτῳ παρακεκληκέναι σε καὶ ἱκόμενον ταύτῃ ἡμῶν τῇ αἰτήσει, ἐπὶ τῷ σε ὡς ἄνω εἴρηται ἔχειν τὴν νομὴν καὶ τὴν δεσποτείαν τοῦ εἰρημένου ὁλοκλήρου ἡμῶν μέρους κτημάτων ἀντὶ τὼν εὐσεβῶν αὐτῶν τελεσμάτων· τούτου χάριν ἀκωλύτως ἔχειν καὶ ἀνεμποδίστως ὑπʼ οὐδενὸς τὴν τούτου πρόσοδον καὶ δεσποτείαν, προστίμου ἐπικειμένου παντὶ καιρῷ ἐπάναγκες χρυσοῦ λίτρας μιᾶς κατὰ τοῦ ἐθελήσαντος παραβῆναι ταύτην τὴν ἐγχωρητικὴν καὶ παραχωρητικὴν ὁμολογίαν ὑπὲρ μόνου τοῦ ἐπιχειρήματος τῆς παραβασίας πρὸς τὸτω μηδὲν ν ἧσσον καὶ μετὰ τὴν τοῦ προστίμου τοῖς θείοις ταμιείοιςταμιίοις ἀπόδοσιν ἐνέχεσθαι τῇ δυνάμει τῆσδε τῆς αὐτῆς ὁμολογίας καὶ στέρξαι καὶ ἐμμεῖναι αὐτῇ ἐνεχόμενον τῷ θείῳ ὅρκῳ, διὰ τὸ ἡμᾶς ἑκουσίως ταύτην πεποιηκέναι σοι ἄνευ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πλάνης καὶ περιγραφῆς καὶ συναρπαγῆς ἐν δημοσίῳ ἀρχείῳ καὶ κατὰ νόμους τετελειωμένην καὶ ὑπογεγραμμένην χειρὶ ἐμοῦ Ἰωάννου ἐλεεινοῦ ἐπισκόπου τοῦ προρηθέντος καὶ τῶν ἑξῆς συνηθῶν ἐπιμαρτυρούντων μαρτύρων· παρὼν ἐπερωτηθεὶς ταῦθʼ οὕτως ἔχειν δόσειν ποιεῖν φυλάττειν ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.