no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22778.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους τριακοστοῦ δευτέρου, μετὰ τὴν ὑπατείαν Φλαυΐου Βασιλείου τοῦ ἐνδοξοτάτουἐνδόξου καὶ λαμπροτάτου ἔτους ἑπτακαιδεκάτου Παχὼν τρίτῃ καὶ δεκάτῃ ἀρχῇ ἑβδόμης ἰνδικτίονος. Αὐρηλίᾳ Εὐδοξίᾳ θυγατρὶ Ἀπολλῶτος τοῦ καὶ Φελλῶτος ἀπὸ κώμης Ταρρούθεως τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίου Ἀπολλῶτος τοῦ καὶ Φελλῶτος τοῦ καὶ προειρημένου σου πατρὸς υἱοῦ Φοιβάμμωνος μητρὸς Μαρίας βραδέως ὑπογράφοντος γεωργοῦ ἀπὸ τῆς αὐτῆς κώμης. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἀπολλὼς ὁ καὶ Φελλῶς ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ πενταετῆπενταεχῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶνἀπὸ μηνὸς Παχὼν τῆς παρούσης ἑβδόμης ἰνδικτίονος καὶ αὐτῆς τὸ δωρηθέν σοι τῇ προ γεγραμμένῃ μου θυγατρὶ Εὐδοξίᾳ παρὰ τοῦ εὐλαβεστάτου μου ὁμογνησίου ἀδελφοῦ πρεσβυτέρου τοῦ ὄρους τῆς Ἀνταιοπολιτῶν ἀπὸ τῆς προειρημένης κώμης Ταρρούθεως κατʼ ἔγγραφον δωρεὰν γεγενημένην σοι πρώην παρʼ αὐτοῦ ἥμισυ μέρος τῶν ἑξῆςνειησ δηλωθησομένων ἀρουρῶν ὅσων ἐστὶν ἔν τε σπορίμῃ γῇ καὶ ἀμπελῶνιἀμπέλωνι μετὰ πάντων κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτοκινήτων πραγμάτων ἀκολούθως τῆς αὐτῆς ἐγγράφου δωρεᾶς κατὰ τὴν ὑποτεταγμένην διήγησιν ς ἀρουρῶν ὅσων ἐστὶν οὔσης ἐκ λιβὸς τῆς ἐκεῖσε ὅδου καὶ ἐξ ἀπηλιώ του χωρίου ἀμπελικοῦ ἐμοῦ τε προγεγραμμένου Ἀπολλῶτος τοῦ καὶ Φελλῶτος καὶ τῆς προγεγραμμένης Εὐδοξίας τῆς ἐμῆς θυγατρὸς τὴν βορινὴν τούτων μερίδα ἀρουρῶν ὅσων ἐστὶν τοῦτʼ ἔστιν ἀπὸ τοῦ βορινοῦ τούτων ἄκρου εἰς νότον μέχρι τοῦ ἑτέρου ἡμίσεως τούτων μέρους καὶ ἀπὸ τοῦ ἀπηλιωτικοῦ τούτων ἄκρου εἰς λίβα μέχρι τοῦ λιβικοῦλιβυκοῦ τούτων ἄκρου καὶ ἥμισυ μέρος τῆς χερσαμπέλου ἀρουρῶν ὅσων ἐστὶν τῆς οὔσης ἐξ ἀπηλιώτου τῆς αὐτῆς ὅδου τοῦτʼ ἔστιν τὴν αὐτῆς μερίδα ἀρουρῶν ὅσων ἐστίνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.