no image
DDbDP-text
Anmeldung von Kleinvieh via HGV-meta
Linked by Trismegistos ID
TM 21194.
Each record below describes this same ancient text from a different angle.
Ἀντάμωνι στρατηγῷ καὶ Ἀχιλλεῖ βασιλικῷ γραμματεῖ καὶ οἷς καθήκει παρὰ Διογένους τοῦ Πακ τοῦ Σενθως τῶν ἀπὸ Θώλθεως Κάτω. τῶι διελθόντι ἔτει ἀπεγραψάμην ἐπὶ τῆς αὐτῆς κώμης πρόβατα τριάκοντα ἑπτὰ αἶγα ἕνα ἄρνας ἕξ , γίνεται πρόβατα μγ αἶγα α, ἐξ ὧν διεφθάρη τέλεια πρόβατα δεκαπέντε ἄρνες δύο , γίνεται πρόβατα ιζ, καταλείπεται πρόβατα κϛ αἶγα α ἃ καὶ ἀπογράφομαι εἰς τὸ ἐνεστὸς β ἔτος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, ἃ νεμήσεται περὶ τὴν αὐτὴν κώμην καὶ διʼ ὅλου τοῦ νομοῦ διὰ νομέως Ἁτρέως λαογραφουμένου, καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Νέρουαν Τραιανὸν Σεβαστὸν Γερμανικὸν ἀληθῆ εἶναι τὰ προγεγραμμένα. Ἀντάμων στρατηγὸς διὰ Ἰσχυρ ὑπογραμματέως σεσημείωμαι πρόβατα κϛ αἷγα α Ἀχιλλεὺς βασιλικὸς γραμματεὺς διʼ Ἀχιλλ βοηθοῦ σεσημείωμαι πρόβατα κϛ αἶγα αSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.