no image
DDbDP-text
Déclaration de bétail via HGV-meta
Linked by Trismegistos ID
TM 10079.
Each record below describes this same ancient text from a different angle.
Εὐημερίας πρόβατα ρμ αἶγες θ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων καὶ Ἀρτεμιδώρῳ βασιλικῷ γραμματεῖ Θεμίστου μερίδος παρὰ Λύκου τοῦ Ὀρσενούφεως ἀπὸ κώμης Εὐημερίας. ἀπεγράψαμεν τῷ διεληλυθότι ἔτει πρόβατα ρμ αἶγας θ ἃς καὶ ἀπογράφομαι εἰς τὸ ἐνεστὸς γ ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ μετάξω καὶ ἐπιμίξω ἑτέροις πρόβασι ὧν ποιμὴν ἐγὼ ὁ Λύκος. ἀπεγραψάμην παρὰ στρατηγῷ πρόβατα ρμ ἑκατὸν τεσσεράκοντα αἶγας θ ἐννέα. ἔτους γ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ε. ἀπεγραψάμην παρὰ βασιλικῷ πρόβατα ἑκατὸν τεσσαράκοντα αἶγες ἐννέα Μεχεὶρ ε. βοηθὸς ἐξηριθμηκὼς συμφωνῶ. δυ βοηθὸς ἐξηριθμηκὼς συμφωνῶ. βοηθὸς ἐξηριθμηκὼς συμφωνῶ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.