no image
DDbDP-text
Verkauf einer trächtigen Kuh via HGV-meta
Linked by Trismegistos ID
TM 15465.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Σερῆνος Ἀτρέως μητρὸς Τσινπετε νούφιος ἀπὸ κώμης Πιμπασι Αὐρηλίῳ Ἀπολλοθέωι τῷ καὶ Θέωνι ἐξηγητεύσαντι καὶ εὐθηνιαρχή σαντι βουλευτῇ πόλεως Εὐεργέτιδος χαίρειν. πέπρακά σοι τὴν ὑπάρχουσάν μοι βοῦν αἱμό χρωμον ἔνκυον δάμαλινδάμαλειν τιμῆς τῆς συμ πεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου δρα χμῶν ὀγδοήκοντα , ἃς καὶ αὐτόθι ἀπέσχον παρὰ σοῦ πλήρη, τῆς βεβαιώσεως ἐξακολου θούσης μοι· καὶ ἐπερωτηθεὶς ὡμολόγη σα. κυρία ἡ πρᾶσις. ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου ἈντωνίουἈντωνείου Γορδιανοῦ Εὐτυχοῦς Σεβαστοῦ Αὐρήλιος Σερῆνος Ἀτρέως πέπρακα τὴν βοῦν καὶ ἔσχον τὰς τοῦ ἀργυρίου δραχμὰς ὀγδο ήκοντα πλήρη ὡς πρόκειται· καὶ ἐπε ρωτηθεὶς ὡμολόγησα. Αὐρήλιος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. πρᾶσις βοὸς Πεττιρίου δραχμῶν πSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.