no image
DDbDP-text
Private Letter via HGV-meta
Linked by Trismegistos ID
TM 33328.
Each record below describes this same ancient text from a different angle.
κυρίῳ μου πατρὶ Ἄρωνι Ψάις κεραμεὺς ὁ υἱὸς χαίρειν. ἀσπάζομαί σε πολλὰ τὸ πρὸ πάντων καὶ ὑγιαίνειν εὔχομαι. ἡ μήτηρ μου καὶ οἱ ἀδελφοὶ κατʼ ὄνομα πολλά σε ἀσπάζονται καὶ τὴν μητέρα Ἀγα πην πολλὰ ἀσπάζομαι καὶ τὴν θυγα τέρα αὐτῆς· ἀξιωθεὶς κατὰ τὴν συνταγὴν πέμψον μοι τὸ ὀλί γονολογον πορφύρας εἰς χιτώνιον τῆς μητρός μου καὶ τῆς ἀδελφῆς μου, ἐπεὶ χρεία ἐστὶν καὶ κεῖται τὰ σύνεργα ἕως πέμψῃς ταχέως τὴν πορφύραν. μάθε δὲ ὅτι ἦρκεν τὰς ἐλαίας ὁ πατὴρ Κλωδιανὸς καὶ δέδωκεν ἡμῖν τὸ μέρος τοῦ ἐπικει μένου καρποῦ, δέδωκεν δὲ τὰς ἐλαί ας Ψενπνούθῃ, καὶ ὡς ἄρτι οὔπω ἐσχήκαμεν μισθούς. ὅπως δηλω σῃς ἡμῖν εἰ θέλεις λαβεῖν ἢεἲ μή. μάθε δὲ ὅτι vestiges ησαν ἡμῖν οἱ κλη vestiges λου χάριν τῆς πορφύρας μὴ διστάξῃς τὸ γράψαι μοι τῇ μητρὶ Ταγάπῃ ὑποδεικνύων ὅτι· ἀπέστη ἀπὸ τῆς οἰκίας Πετεμίνιος καὶ ἐνοχλεῖ μοι συνεχῶς ὡς σοῦ χρεωστούσης αὐτῷ. εἰ μὲν οὖν χρεωστεῖς αὐτῷ τί ποτε, ὑπό δειξόν μοι καὶ ἐκπλέξω αὐ τόν. ἀξιωθεὶς δέ, ὦ ἄδελφε Ἄρων, σπούδασον καταλαβεῖν ἡμᾶς, ἐπεὶ πάνυ χρείαν σου ἔχομεν. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου δέσποτα. κυρίῳ μου πατρὶ ἀδελφῷ Ἄρωνι ἐν Κέλλει Ψάις κεραμεύςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.