no image
DDbDP-text
Private Letter via HGV-meta
Linked by Trismegistos ID
TM 33325.
Each record below describes this same ancient text from a different angle.
κυρίῳ τιμιωτάτῳ καὶ ὡς ἀληθῶς ποθεινοτάτωι ἀδελφῶι Ψάιτι Παμοῦρις ἐν θεῷ χαίρειν. προηγουμένως πολλὰ τὴν σὴν εὐ λάβειαν προσαγορεύομεν ἐγὼ καὶ ἡ σύμβιος καὶ οἱ υἱοὶ κατʼ ὄ νομα, εὖ ἔχοντες τέως προ νοίᾳ τοῦ θεοῦ. προσείπατε ἡμῖν τὸν κύριον ἀδελφὸν Θεόγνωστον καὶ τὸν υἱὸν Ἀνδρέαν· περὶ τῆς σῆς πρὸς ἡμᾶς ἀφίξεως, τιμιώτατε, ὁσημέραι κ προσδο κοῦμεν ἐκ πάλαι, ἐξ ὅτου γεγρά φηκας. καὶ νὴ τὸν θεὸν διὰ σὲ ἐνθαδὶ παρέμεινα μὴ ἀπελ θὼν εἰς τὴν Ἀντινόου ἀναγκαί ας χρείας ἕνεκεν μετὰ τοῦ ἀδελ φοῦ Πεκυσίου. ἀλλὰ ἰδού, πολλά κις μετεπέμψατό με ἐκεῖ, ἀλλ ἐπειδή σε προσδοκῶ, οὐκ ἀπῆλ θον. αὐτὸ δὴ τοῦτο καὶ αὐτῷ ἔγραψαἔγραψας ὅτι τὸν ἀδελφὸν μετὰ τῶν παιδίων προσδοκῶ ἐν ταῦθα. διὸ μὴ ἀμελήσῃς ἐλ θεῖν. φέρε μοι μετὰ σοῦ πελύ κιον καὶ βατέλλιον χαλκοῦν κλιβανωτόν. πρόσειπέ μοι ἕκαστον κατʼ ὄνομα. τεθαύ μακα δὲ πῶς, τοσούτων ἐλ θόντων πρὸς ἡμᾶς, οὐδὲ καὶ ἐὰνκὰν γράμματος ἡμᾶς κατη ξιώσατε διὰ τοσούτου χρόνου, ἀλλὰ καὶ ἐγὼκἀγὼ ἤμην κρίνας μὴ γράψαι καὶ ὅμως οὐκ ἐδυ νήθην βαστάξαι, μάλιστα ὅτι Φιλάμμων ἐστίν· ἢ οὐκ οἴ δατε ὅτι διψῶμεν τῶν ὑμε τέρων γραμμάτων; πρόσει πέ μοι Καπίτωνα καὶ ΨάινΨαις ΤρυφάνουςΤροφάνους μετὰ συμβίων καὶ τέ κνων. πολλά μοι πρόσειπε τὴν μητέρα Μαρίαν καὶ τὴν μικρὰν Τσεμπνούθην. πέμψον μοι, ἀξι ῶ, τὴν κόραν. ἐγὼ δίδω τὸ φόρετρονφόλετρον καὶ καθʼ ἕκαστον ἐνιαυτὸν χαρίσω σοι ἐρέαν εἰς ἱμάτιον τοῦ μισθοῦ αὐτῆς. ἔρρωσό μοι, κύριε. ἀξιῶ δέξαι παρὰ Καμὲ τοὺς δέκα στατῆρας στήμονος καὶ δὸς ΨάιΨαις Τρυφάνους. θαυμάζω, μῆτερ Μαρία, πῶς οὐκ ἔγραψάς μοι ὅτι ἐδεξάμην τὸ παρακρεμάσιον παρὰ Ψάιτος· δέξαι τοῦτο τὸ ἄλλον παρὰ Φιλάμμωνος καὶ κυθρίδιον ἰχθύων. ἀξιῶ, μῆτερμῆτηρ Μαρία, πέμψον μοι τὸ βατέλλιον καὶ τὸ κρί κιον τὸ σιδηροῦν, ὅτι θέλω αὐτὰ βαλεῖν εἰς τὸν ἱστόν. ἐγὼ Μαρία προσαγορεύω τὴν κυρίαν μου τὴν μητέρα καὶ τὴν ἀδελφὴν μετὰ τέκνων. προσαγορεύει ὑμᾶς καὶ τὰ τέκνα μου. ἔρρωσθέ μοι. vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.