no image
DDbDP-text
Manumission of a Female Slave via HGV-meta
Linked by Trismegistos ID
TM 20309.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον ἀπελευθερώσεως. Αὐρήλιος Οὐαλέριος Σαραπίωνος ἄρξας τῆς Μωθιτῶν πόλεως Ἱλαρίᾳ ἰδίᾳ μου χαίρειν. ὁμολογῶ διʼ ὑπερβολὴν χριστιανότητος ἀπε λευθερωκέναι σε ὑπὸ Δία Γῆν Ἥλιον μετὰ καὶ τοῦ πεκουλίου σου καὶ εὔνοιαν τὴν πρός με πρὸς τὸ ἐντεῦθέν σε ἔχειν τὴν ἐλευθερίαν ἀνεπίλη πτον ἀπὸ παντὸς ἐπιλημψομένου σοι εἰς ταύτην τὴν ἀπελευθέρωσιν διὰ τοῦ αἰδεσιμω τάτου πατρὸς ἡμῶν Ψεκῆτος ναχων vestiges κα γενέσθαι βουλειθέτως ἐξ σεαυτῆς χνη. ἡ ἀπελευθέρωσις αὕτη κυρία ἔστω καὶ βεβαία καὶ ἔννομος πανταχοῦ ἐπιφε ρομένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν Κωνσταντίου Αὐγούστου τὸ ζ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ γ. Αὐρήλιος Οὐαλέριος ἄρξας ὁ προκείμενος ἐθέμην τὴν ἀπελευ θέρωσιν ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ψεκῆς πρ ὁ προκείμενος παρὼν μαρτυρῶ. ἀντίγραφον ἀπελευθερώσεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.