no image
DDbDP-text
Grant of a Plot of Land via HGV-meta
Linked by Trismegistos ID
TM 20300.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Παυσανίας Οὐαλερίου ἄρξας Μωθιτῶν πόλεως Αὐρηλίῳ Ψάιτι Παμοῦρ ἀπὸ κώμης Κέλλεως τῆς αὐτῆς Μωθιτῶν πόλεως χαίρειν. ὁμολογῶ κεχαρίσθαι σοι χάριτι αἰωνίᾳ καὶ ἀναφαιρέτῳ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἀπὸ τῶν ὑπαρχόν των μοι ἐδαφῶν ἐξ ἀπηλιώτου κώμης Κέλλεως τόπον πρὸς ἀνοικοδομὴν νότου καὶ βορρᾶ πηχέων τέκτονι κῶν δεκαπέντε , ἀπηλιώτου καὶ λιβὸς πηχέων πέντε καὶ εἴκο σι . γείτονες· ἀπηλιώτου ἐδάφη ἐμοῦ Παυσανίου, λιβὸς καμη λὼν Ὥρου Μέρσιος, νότου οἰκία σου καὶ υἱοῦ καὶ σου, βορρᾶ ῥύμη δημοσία, ἢ οἳ ἂνἐὰν ὦσι γείτονες πάντοθεν, πρὸς τὸ ἐξεῖναί σοι ἐπικρατεῖν καὶ κυριεύειν αὐτοῦ καὶ διοικεῖν καὶ οἰκονομεῖν περὶ τοῦ χαρισθέντος σοι τόπου ἑκουσίᾳἑκουσίω γνώμῃ τρόπῳ ᾧ ἂνἐὰν αἱρῇ, τῆς βεβαιώσεως ἐξακολουθούσης μοι διὰ παντὸς ἀπὸ παντὸς τοῦ ἐπελευσομέ νου ἢ ἀντιποιησομένου. κυρία ἡ χάρις ἁπλῆ γραφεῖσα ἐφʼ ὑπογραφῆς μου ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Φλαυίου Δελματίου ἀδελφοῦ τοῦ δεσποτοῦ ἡμῶν Κωνσταντίνου Αὐγούστου καὶ Δομεττέου Ζηνοφίλου τῶν λαμπροτάτων Ἁθὺρ α. Αὐρήλιος Παυσανίας Οὐαλερίου ἄρξας κεχάρισμαι τὸν προκείμενον ψιλὸν τόπον ὡς πρόκειταιπρόκειτται καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.