no image
DDbDP-text
Ἀσκληπιάδει χαίρειν. Φιμήνει τῶι ἀποδόντι τὴν παρὰ σοῦ γραφεῖσαν ἡμῖν ἐπιστολὴν περὶ τοῦ ἀντιλεγομένου σίτου ὃν ἀπέσταλκας πρὸς ἡμᾶς ἔν τε τῶι κερκούρωι καὶ ἐν ἄλλωι κερκούρωι καὶ ἡμεῖς δεδώκαμεν ἐπιστολὴν μετακομίσαι πρὸς Νύσιον τὸν σιτολόγον τοῦ Ἡρακλεοπολίτου. καλῶς οὖν ποιήσεις φροντίσας ὅπως ἐπιμελῶς ἀποδοθῆι, ἔστιν γὰρ ἀναγκαιότερα περὶ ὧν γεγράφαμεν αὐτῶι. ἔτους θ Ὑπερβερεταίου κζ. ιζ. Ἄφρος Ἀσκληπιάδει χαίρειν. καθεστήκαμεν γραμματέα Ἰσοκράτην τῶν ἀπεσταλμένων εἰς τὸν Ἀρσινοίτην κληρούχων ἐν τῶι ϛ ἔτει καὶ τῶν ἐν τῶι ζ ἔτει ἀπὸ Δαισίου. καλῶς οὖν ποιήσεις συναντιλαμβανόμενος προθύμως περὶ τῶν εἰς ταῦτα συγκυρόντων ἵνα κατὰ τόπον ἐξάγηται τὰ κατὰ τὴν γραμματείαν καὶ μηθὲν παραλείπηται τῶν τῶι βασιλεῖ χρησίμων. ἔτους θ Γορπιαίου ιε. Σώπατρος Ἀσκληπιάδει χαίρειν. καλῶς ποιήσεις παραλαβὼν τὸν παρʼ ἡμῶν γραμματέα καὶ τοὺς εἰθισμένους ἀποδοὺς τὰ ὑπάρχοντα ξύλα χρηστὰ λβ ἅ ἐστιν ἐν τῶι ὅπως ἡ τιμὴ πέσηι τῶι βασιλεῖ. ἔτους θ Λωίου κδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.