no image
DDbDP-text
Edikt des Kaisers Hadrian via HGV-meta
Linked by Trismegistos ID
TM 21661.
Each record below describes this same ancient text from a different angle.
Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Τραιανοῦ Παρθικοῦ υἱός, θεοῦ Νέρουα υἱωνός, Τραιανὸς Ἁδριανὸς Σεβαστὸς ἀρχιερεὺς μέγιστος δημαρχικῆς ἐξου σίας τὸ κ, αὐτοκράτωρ τὸ β, ὕπατος τὸ γ, πατὴρ πατρίδος ἀνθύπατος λέγει· καὶ νῦν ἐνδεέστερον ἀναβῆναι τὸν Νεῖλον ὡς καὶ πέρυσιπερυσιν πυθό μενος, εἰ καὶ τοῖς προτέροις ἔτεσιν ἑξῆς οὐ τελείαν μόνον, ἀλ λὰ καὶ μείζω σχεδὸν ὅσην οὐ πώποτε πρότερον ἐποιήσατο τὴν ἀνάβασιν καὶ πᾶσαν τὴν χώραν ἐπελθὼν αἴτιος ὑπῆρξεν αὐτὸς τοῦ πλείστους καὶ καλλίστους καρποὺς ἐξενεγκεῖνἐξενενκεῖν, ὅμως ᾠήθην ἀνάγκην εἶναι ποιήσασθαί τινα πρὸς τοὺς γεωργοὺς φιλανθρωπίαν, καίτοι προσδοκῶν, σὺν θεῷ δὲ γενέσθω, τῶν ἐ πιόντων ἐτῶν καὶ εἴ τι νῦν ἐνεδέησεν ἀναπληρώσειν καὶ αὐτὸν τὸν Νεῖλον καὶ τὴν γῆν, πάντῃ δʼ ἐξετάζων τὴν φύσιν τῶν πραγμάτωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.