no image
DDbDP-text
Eingabe an den Epistrategen C. Iulius Lucullus via HGV-meta
Linked by Trismegistos ID
TM 21093.
Each record below describes this same ancient text from a different angle.
Γαίῳ Ἰουλίῳ ΛουκούλλῳΛουκόλλῳ τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ Ταυσείριος Παρείτιος τῶν ἀπὸ κώμης Ἀγκυρῶν. Παρείτιος Ὤρου, κύριε, καὶ τῶν αὐτοῦουτου πάντων παρὰ τῷ ταμείῳ ὄντων ἐπικρατουμένων ὑπὸ τῶν κληρονόμων αὐτοῦ Παρείτιος καὶ Ἀντωνίου μέρος ἔχω, κύριε, οἰκίας πα λαιᾶς, ἧς καὶ ὁ ἀνα λημπτὸς τὸ πλεῖσ τον μέρος ἔχει, καὶ δέον τὸ ἐνοίκιον τοῦ ἀνα λημπτοῦ διὰ τῶν κλη ρονόμων ἀναλημ φθῆναι ὄντων ἐν πολλῇ εὐπορίᾳ καὶ εὐσχημόνων καὶ πάντων ἐπικρα τούντων οὐκ οἶδα ὅ πως ἐμὲ τὴν γυναῖ καγυναῖκαν ἀβοήθητον ἀπαι τοῦσιν οἱ πράκτορες ἐνοί κιον οὗ μὴ ἐνοικῶ μέ ρους τοῦ ἀναλημπτοῦ πολλῷ χρόνῳ ἐν δραχμαῖς Γφ. ὅθεν ἐκ τούτου ἐξασθε νοῦσαἐξεσθενοῦσα καταφεύγω ἐπὶ σὲ ἀξιοῦσα μὴ διενοχλεῖσ θαι, ἢ μελλήσουσαμελλησων εἰμὶ ἐξίστασθαι καὶ τοῦ ἰδίου μέρους. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.