no image
DDbDP-text
Appointment of a Guardian via HGV-meta
Linked by Trismegistos ID
TM 11439.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. οὗ ἐπέδωκα Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν βιβλιδίου καὶ ἧς ἔτυχον ὑπογραφῆς ἀντίγραφον ὑπόκειται, καὶ ἀξιῶ τὰ ἀκόλουθα πραχθῆναι, ἐπιτρόπον καταστῆσαί σε τοῖς ὑπογεγραμμένοις ἀφήλιξι εἰςἰς τὸ μηδὲν αὐτοῖς παραπολέσθαι, τοῖς νόμοις ἀκολούθως. ἐστὶ δέ· Τιβερίῳ Κλαυδίῳ Ἑρεννιανῷ τῷ κρατίστῳ δικαιοδότῃ διέποντι καὶ τὰ κατὰ τὴν ἡγεμονίαν ἐκ θείας κελεύσεως, παρὰ Μάρκου Λουκρητίου Διογένους Ἀντινοέως. δέησιν ἁρμόζουσαν τῇ σῇ καλοκἀγαθίᾳκαλοκαγαθειαν προσφέρειν μέλλων, ἐν ἐλπίδι εἰ μὶ τῶν ἀπὸ σοῦ δικαίων τυχεῖν. τὸ πρᾶγμα διὰ βραχέων ὁριῶ. τῷ διεληλυθότι μηνὶ Φαῶφι ἡ ἀδελφή μου Ὀκταουία Λουκρητία ἐτε λεύτησεν ἀδιάθετος ἐπὶ κληρονόμοις τρισὶν υἱοῖς ἐκ διαφόρων γάμων, Μάρκοις Αὐρηλίοις Ἰουλᾷ καὶ Λουκρητίῳ καὶ Ῥούφῳ ἀφήλιξι. ὁ μὲν οὖν εἷς αὐτῶν Ἰουλᾶς ὑποχείριόςὑποσχείριός ἐστι τῷ ἰδίῳ πατρὶ Μάρκῳ Αὐρηλίῳ Ἥρωνι. ἀπέλαβεν οὖν τὸ ἐπιβάλλον αὐτῷ μέρος τῶν ἀπολελιμμένων. οἱ δὲ ἕτεροι ὁ μὲν Λουκρήτιος ἀπάτωρ γεγένηται, τοῦ δὲ Ῥούφου ὁ πατὴρ ἐτελεύτησεν, καὶ οὐδεὶςοὐδὶς αὐτοῖς ὑπάρχει ἐνγυτέρω γένειγένι ἢ ἐγὼ Λουκρήτι ος Διογένης, διʼ οὕσπερ τήνδε τὴν δέησινδεουσαν ποιοῦμαι, καὶ παρακαλῶ, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι γράψαι διʼ ὑπογραφῆς τῷ τῆς Ἡρα κλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ στρατηγῷ, ἔνθα ἐστὶν αὐτῶν τὰ πράγματα, καταστῆσαί με ἐπίτροπον τῆς ὀρφανίαςὀρφανείας τῶν παί δων, ἵνα δυνηθῶ τὴν διοίκησιν τῶν καταλειφθέντων αὐτοῖς ποιήσασθαι, πρὸς τὸ ταῦτα φυλαχθῆναι αὐτοῖς εἰςἰς τελείωσιντελείωσειν. διευτύχει. Μάρκος Λουκρήτιος Διογένης Μάρκου Αὐρηλίου Σαραπίωνος ἐπιδέδωκα. ὁ στρατηγὸς πρὸ ὀφθαλμῶν ἔχων τὸν ἴδιον κίν δυνον ἐπίτροπον τοῖς ἀφήλιξι καταστῆσαι φροντιεῖ. κολλημάτωνκολλημάτων ξη. Λουκρήτιος ἔτους δ αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ Τῦβι ιζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.