no image
DDbDP-text
Vertrag über einen Lieferungskauf von Flachsstengeln in Form einer Quittung des Verkäufers via HGV-meta
Linked by Trismegistos ID
TM 21043.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Εὐσέβιος Πλωτίωνος μητρὸς Θεωνίλλης ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Θωνίῳ Ἔρωτος ἀπὸ τῆς αὐτῆς πόλεως ἱερονίκῃ πλειστονίκῃπλιστονίκῃ παραδόξῳ χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρά σου ἐντεῦθεν τιμὴν πλήρη λινο καλάμης ὠμῆς μανδακίωνμαντακίων ἕξ , ἥνπερἥμπερ λινοκαλάμην καθαρὰν ἐπάναγκες ἀποδώσω σοι ἐν ἀγροῖς τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἐνάτου ζ ἔτους ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, εἰ δὲ μή, ἐκτίσεινἐκτίσιν σοι τοῦ ὑπερπεσόντος χρόνου τὴν ἐπὶ τοῦ τότε καιροῦ ἐσομένην τιμὴν διπλῆν ὡς ἕσταται, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερό μενον καὶ παντὶ τῷ ὑπέρ σου ἐπιφέροντι καὶ ἐπερω τηθεὶςἐπερωτηθὶς ὑπό σου ὡμολόγησα. τοῖς μετὰ τὴν ὑπατείανὑπατίαν Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων Μεχεὶρ ε. vestiges ἔσχον τὴν τιμὴν πληρηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.