no image
DDbDP-text
Geldschuldschein in Form eines Depositum via HGV-meta
Linked by Trismegistos ID
TM 21036.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἕκτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Νέου Σεβαστοῦ λ ἐπʼ ἀγορανόμου Εἰρηναίου Παρεμβολῆς τῆς πρὸς Βαβυ λῶνι τοῦ Ἡλιοπολείτου νομοῦ. Πετὼς Χελκίου καὶ οἱ τούτου υἱοὶ Χελκίας καὶ Δωρκοας οἱ τρεῖςτρῖς Ἰουδαῖοι Πέρσαι τῆς ἐπιγονῆς τῶν ἀπὸ Σύρων κώ μης Λουκίῳ Οὐεττίῳ ἱππεῖἱππῖ ἄλης Οὐοκουντίων τύρμης Λογγίνου. ὁμολογοῦμεν ἔχειν παρά σου διὰ χειρὸς διʼ ἐγγύων ἀλλήλων εἰς ἔκτισιν παραθή κην ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ δραχμὰς ἑξακοσίας γίνονται ἀργυρίου δραχμαὶ χ, ἃς καὶ ἀποδώσομέν σοι ἕως Τῦβι τριακάδος τοῦ ἐνεστῶτος ἕκτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀτόκους διαγράφοντες ἀργύριον ἐπί σημον δόκιμον ἀρεστὸν ἀνυπόλογον παντὸς ὑπολόγου. ἐὰν δὲ μὴ ἀποδῶμεν καθότι πρόκι ται, ἐκτίσομεν τὴν παραθήκην τάς τε ἀργυρίου δραχμὰς ἑξακοσίας καὶ τοὺς τόκους τοῦ ὑπερπεσόν τος χρόνου καὶ ἐπίτιμον ἄλλας ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι , τῆς πράξεώς σοι οὔσης ἔκ τε ἡμῶν τῶν τριῶν καὶ ἐξ ἑνός οὗ ἐὰντε ὧν ἡμῶν αἱρῇ καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖνἡμεῖν παντῃ πάντωνπάντων ων πράσσοντι κυρίως. ἡ δὲ παραθήκη κυρία ἔστω πανταχῇ. Πετὼς ὡς ἐτῶν ϛ μελάνχρως Χελκίας ὡς ἐτῶν εν οὐλὴ ἀντικνημίῳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.