no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 38221.
Each record below describes this same ancient text from a different angle.
κυρίῳ μοι καὶ εὐδοκίμῳ ἀδελφῷ Ἰωάννῃ Ἀκινδύνου αἰδεσίμῳ νοταρίῳ ἀπὸ τῆς Ἀπολλωνο πολιτῶν παρὰ Φλαουίου Ψενοσηρίου Ἀνουβίωνος στρατιώτουστρατηλάτου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ὀφείλειν καὶ χρεωστεῖν τῇ σῇ αἰδεσιμότητι ἀποκρότως εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ κεφαλαίῳ νομισμάτια δεσποτικὰ ἁπλᾶ δόκιμα τὸν ἀριθμὸν ἓξ παρὰ κεράτια δέκα τέσσαρα ἥμισυ τέταρτον τῷ σῷ σταθμῷ, γίνεται χρυσοῦ νομισμάτια ϛ παρὰ κεράτια ιδ 𐅵 δ καὶ ταῦτα ἑτοίμως ἔχω σὺν θεῷ παρασχεῖν τῇ σῇ ἀρετῇ ὁπόταν βουληθείη μετὰ καὶ τῆς τούτων παραμυθείας, τοῦτʼ ἔστιν καθʼ ἔτος ἑκάστου νομισματίου οἴνου καθαροῦ καὶ ἀδόλου κολόβων πέντε μέτρῳ τοῦ εὐαγοῦς μοναστηρίου ἀββᾶ Ἀγενοῦς ἄχρι ἀποδόσεως καὶ συμπληρώσεως τῶν προγεγραμμένων ἓξ νομισματίων χωρὶς οἱασδήποτε εὑρεσιλογίας καὶ ὑπερθέσεως κινδύνῳ ἐμῷ καὶ πόρῳ τῆς ἐμῆς ὑποστάσεως· καὶ εἰς σὴντὴν ἀσφάλειαν πεποίημαί σοι τοῦτο τὸ ἀσφαλὲςτἀσφαλὲσ καὶ ἔστιν μου ὁλόγραφον χειρὶ ἐμῇ· ἀπέλυσα ὡς πρόκειται. Φλαούιος ΨενσοήριοςΨενσοηις στρατιώτηςστρατηλάτησ ὁ προγεγραμμένος, στοιχεῖ μοι τὸ ἀσφαλὲς τῶν ἓξ νομισμάτων παρὰ κεράτια ιδ 𐅵 δ καὶ ταῦτα ἀποδώσω μετὰ τῆς παραμυθείας ὡς πρόκειται. ΚυριακὸςΚυρακὸς πρεσβύτερος καὶ προεστὼς τοῦ εὐαγοῦς μοναστηρίου ἀββᾶ Ἀγενοῦς μαρτυρῶ τῷ ἀσφα λεῖ ἀκούσας παρὰ τοῦ θεμένου. δηλαδὴ βεβαίου ὄντος τοῦ προτέρου μοῦ πιττακίου τοῦ ἑνὸς νομίσματος· ὁμοίως ΨενσοήριοςΨενσοηρις, στοιχεῖ μοι. ἐγράφη Φαῶφι γ δ ἰνδικτίονος. φου ΨενσοηρίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.