no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22641.
Each record below describes this same ancient text from a different angle.
κυρίῳ μου καὶ εὐδοκίμῳ ἀδελφῷ Ἰωάννῃ Ἀκινδύνου αἰδεσίμῳ νοταρίῳ ἀπὸ τῆς Ἀπολλωνοπολιτῶν παρὰ Φλαουίου Ψενσοηρίου Ἀνουβίωνος στρατιώτουστρατηλάτου ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ὀφείλειν καὶ χρεωστεῖν τῇ σῇ ἀδελφότητι ἀποκρότως ὑπὲρ ἀνακομιδῆς τοῦ προτέρου μου γραμματείουγραμματίου χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια δύο τῷ σῷ σταθμῷ, γίνεται χρυσοῦ νομισμάτιον α παρὰ κεράτια β καὶ τοῦτο ἑτοίμως ἔχω σὺν θεῷ παρασχεῖν τῇ σῇ ἀδελφότητι ὁπόταν βουληθείη μετὰ τῶν νομίμων ἑκατοστιαίων τόκων ἄχρι ἀποδόσεως καὶ συμπληρώσεως τοῦ αὐτοῦ ἑνὸς νομισματίου, καὶ εἰς ἀσφάλειαν τῆς σῆς ἀδελφότητος πεποίημαι αὐτῇ τοῦτο τὸ ἀσφαλὲς καὶ ἔστιν μου ὁλόγραφον χειρὶ ἐμῇ. ἀπέλυσα ὡς πρόκειται. Φλαούιος ΨενσοήριοςΨενσοηρις στρατιώτηςστρατηλάτησ ὁ προγεγραμμένος, στοιχεῖ μοι τὸ ἀσφαλὲς τοῦ προγεγραμμένου ἑνὸς νομισματίου παρὰ κεράτια δύο , καὶ τοῦτο ἀποδώσω μετὰ τῆς παραμυθείας ὡς πρόκειται. ἐγράφη Ἐπεὶφ ιε τετάρτης ἰνδικτίονος. ἀσφαλὲς Ψενσοηρίου Ἀνουβίωνος στρατιώτουστρατηλάτου χρυσοῦ νομισματίου α παρὰ κεράτια β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.