no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22635.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαυίων Οὐινκεντίου καὶ ΦραουιττᾶΦραουιοτᾶ τῶν λαμπροτάτων Μεσορὴ ιααικα. Αὐρήλιοι Βίκτωρ Σευήρου καὶ Κόλλουθος Μεσουήριος, ἀμφότεροι ἀπὸ Ἀντινόου πόλεως τῆς λαμπροτάτης κεφαλαιωταὶ τοῦκεφαλαιωτάτου ἡγεμονικοῦ πολυκώπου τοῦ ὑπὸ Ἀπίωνα ἀρχικυβερνήτην Αὐρηλίῳ Σινούθῃ Βίκτορος ἀπὸ Ἑρμοῦ πόλεως καταμένοντι ἐν Πανὸς πόλει ἐρέτῃ τοῦ αὐτοῦ πολυκώπου χαίρειν. δέδωκας κατὰ τὴν συνήθειαν τοῦ σοῦ πατρὸς τοὺς συμπεφωνημένους μισθοὺς ὑπὲρ ἰδίας σου κεφαλῆς κανόνος τῆς πεντεκαιδεκάτης ἰνδικτίονος χωροῦντας εἰς ναυτιλίανναυστιλείαν τοῦ πολυκώπου τῷ τὴν ἀντὶ σοῦ χώραν ἀποπληροῦντι, καὶ διὰ τοῦτο ταυτὴν τὴν ἀποχὴν ἐξεδόμεθά σοι εἰς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Βίκτωρ Σευήρου ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. Αὐρήλιος β Κόλλουθος ΜεσουήριοςΜεσουῆρις ὁ προκείμενος ἐξέδωκα τὴν ἀποχὴν ὡς πρόκειται. ἀποχὴ Κολλούθου καὶ Οὐίκτορος κεφαλαιωτῶν τοῦκεφαλαιωτάτου πολυκώπου ἡγεμονικοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.