no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 11333.
Each record below describes this same ancient text from a different angle.
παρὰ Διδύμου τοῦ Ἥρωνος τοῦ Διοδώρου μητρὸς ανιου καὶ τῆς γυναικὸς Ἴσειτος τῆς Διοδώρου τοῦ Διοδώρου μητρὸς νιου μετὰ κυρίου ἐμοῦ Διδύμου, ἀμφοτέρων τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Ἀράβωι. τοῦ ἐξ ἀλλήλων υἱοῦ Ἀνουβᾶ προσβαίνοντοςπροσβάντος εἰς τεσσαρεσκαιδεκαετεῖς τῷ ἐνεστῶτι ε ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ ὀφείλοντος ἐπικριθῆναι, ὑπετάξαμεν τὰ δίκαια. ἐγὼ μὲν ὁ Δίδυμος ἀπεγραψάμην τῇ μὲν τοῦ ζ ἔτους θεοῦ Τραιανοῦ καὶ β ἔτους καὶ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ ἐπὶ τοῦ προκειμένου ἀμφόδου Ἀράβω συναπογραψάμενοςἀπογρααφῇ, καὶ τὴν γυναῖκά μοι Ἴσειν ἐν τῇ τοῦ β ἔτους καὶ ιϛ ἔτους ἀπογραφῇ, τὸν δὲ ἐπικρινόμενον ἐξ ἀλλήλων υἱὸν Ἀνουβᾶν τῇ τοῦ ιϛ ἔτους θεοῦ Ἁδριανοῦ ἀπογραφῇ· καὶ ἐγὼκἀγὼ δὲ ἡ Ἴσεις ἀπεγραψάμην τῇ τοῦ ζ ἔτους θεοῦ Τραιανοῦ κατʼ οἰκίαν ἀπογραφῇ ἐπὶ Ταμείων, τῆς μητρός μου ἀπογραψαμένης ἐπʼ ἀμφόδου ΒουταφίουΒουσικοῦ, διὸ ἐπιδίδομεν. Ἀπολλώνιος ἐξηγητεύσας καὶ γυμνα σιαρχήσας διὰ Διδᾶ γραμματέως γνωρίζω Ἀνουβᾶν Διδύμου τοῦ Ἥρωνος μητρὸς Ἴσειτος. ἔτους ε Ἀντωνείνου Καίσαρος τοῦ κυρίου μηνὸς Ἁδριανοῦ κδ. σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.