no image
DDbDP-text
Acknowledgement of Receipt of Request via HGV-meta
Linked by Trismegistos ID
TM 23657.
Each record below describes this same ancient text from a different angle.
Δίδυμος Διδύμου τοῦ Διδύμου μητρὸς Σαραποῦτος ἀπʼ Ὀξυρύγχων πόλεως τῇ γενομένῃ τοῦ μετηλλα χότος μου πατρὸς Διδύμου γυναι κὶ Ταϋσοράπει Ἄπειτος μητρὸς Τατείχιος ἀπὸ τῆς αὐτῆς πόλεως μετὰ κυρίου τοῦ συγγενοῦςσυνγενοῦς Ὥρου χρη ματίζοντος μητρὸς Τανεσνέως ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁ μολογῶ παρειληφέναι τὰ ἀπολειφθέν τα ὑπὸ τοῦ σημαινομένου καὶ με τηλλαχότος ἐμοῦ μὲν πατρός, σοῦ δὲ ἀνδρός, Διδύμου ἔπιπλα καὶ σκεύη καὶ ἐνδομενίανἐνδομενείαν καὶ τἆλλα πάντα καὶ μηδέν σοι ἐγκαλεῖνἐνκαλεῖν μηδὲ ἐγκαλέσεινἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι μήτε περὶ τούτων μηδὲ περὶ ἄλλου μηδε νὸς ἁπλῶς γραπτοῦ ἢ ἀγράφου πρά γματος τὸ σύνολον τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τῆς ἐνεστώ σης ἡμέρας παρευρέσει μηδεμιᾷ. κυρία ἡ χείρ. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼθ κε. Δίδυμος Διδύ μου παρείληφα τὰ ἀπολειφθένταἀπολιφθέντα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.