no image
DDbDP-text
Dichiarazione di nascita e scheda di censimento via HGV-meta
Linked by Trismegistos ID
TM 9908.
Each record below describes this same ancient text from a different angle.
τοῦ Ζωίλου μητρὸς Διδῖτος τῆς Εὑρήμονος καὶ τῆς τούτου γυναικὸς τῆς τοῦ ονος μητρὸς Θαυβᾶτος μετὰ κυρίου αὐτοῦ ἀμφοτέρων ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Πρώτων Χηνοβοσκίων ἀπογραφόμεθα τὸν γεγονότα ἡμῖν ἐξ ἀλλήλων υἱὸν γεννηθέντα ἐν μηνὶ τοῦ διεληλυθότος ιζ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου καὶ ὄντα εἰς τὸ ἐνεστὸς κ ἔτος ι ἐτῶν δ. διὸ ἐπιδίδομεν τ Ζωίλου ἔτους κ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Φαμενὼθ δ Εὐδήμωι στρατηγῷ καὶ Ἑρμαίωι τῷ καὶ Δρύτωνι βασιλικῷ γραμματεῖ Ἀρσινοείτου Ἡρακλείδου μερίδος καὶ Ἡρακλείδῃ καὶ Εὐβούλῳ γραμματεῦσι μητροπόλεως καὶ Ἡρακλείδῃ ἐξηγητῇ καὶ μετόχοις πράκτορσι ἀργυρικῶν μητροπόλεως καὶ Διογένει ἀμφοδάρχῃ Χηνοβοσκίων Πρώτων καὶ Εαν παρὰ Ἑρμᾶτος Διοδώρου τοῦ Ἁρπάλου μητρὸς ἄλλων τόπων ἀπογεγραμμένου διʼ ἑτέρου ὑπομνήματος· ὑπάρχει μοι ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ρ δω δέκατον μέρος οἰκίας ἐν ᾧ κατοικῶ καὶ ἀπογράφομαι τοὺς ὑπογεγραμμένους ἐνοίκους εἰς τὴν τοῦ διεληλυθότος β ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου Πρώτων Χηνοβοσκίων ἐφʼ οὗ καὶ τῇ τοῦ ζ ἔτους θεοῦ Τραιανοῦ κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμην καί εἰσιν Διόσκορος ΔιδύμουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.