no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 115.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν φιλομητόρων ἔτους ιϛ, ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Τῦβι ιη ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Νεχούτης Σχώτου τοῦ Φιμήνιος ἱερεὺς Σούχου καὶ Ἀφροδίτης ὡς ἐτῶν νε μέσος ἢ ἐλάσσωνἐλασσω μελίχρως μακροπρόσωπος εὐθύριν ὑπόσκνιφος, καὶ Πετεαρσοῆρις Σχώτου τῶν αὐτῶν ἱερέων ὡς ἐτῶν ν μέσος ἢ ἐλασσωνἐλασσω μελίχρως μακροπρόσωπος εὐθύριν ὑπόσκνιφος, ἀπὸ τοῦτης ὑπάρχοντοςὑπαρχουσης αὐτοῖς καὶ τοῖς ἀδελφοῖς παστοφορίουπαστοφοριον ὠκοδομημένουὠκοδομημενον καὶ δεδοκωμένουδεδοκωμενην καὶ τεθυρωμένουτεθυρωμενην ἐν τῷ ἀπὸ νότου μέρει τοῦ ἐν Παθύρει ἱεροῦ ἐντὸς τοῦ περιβόλου τὸ ἐπιβάλλον αὐτοῖς μέρος τέταρτον, οὗἡς γείτονες νότου περίβολος τοῦ ἱεροῦ, βορρᾶ παστοφόριον ΠατσεοῦτοςΠαπεοῦτοσ τοῦ Φίβιος καὶ εἴσοδος, ἀπηλιώτου δρόμος, λιβὸς παστοφόριον Πετεαρσεμθέως τοῦ Ζμῖνοςχμινος, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πακοῖβις Πατοῦτος ὡς ἐτῶν λ χαλκοῦ δραχμῶνδραχμάς τρισχιλίωντρισχιλίας . προπωληταὶ καὶ βεβαιωταὶ τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Νεχούτης καὶ ὁ σὺν αὐτῷ οἱ ἀποδόμενοι, ὃν ἐδέξατο Πακοῖβις ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἔτους ιϛ Τῦβι λ. τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Παγκράτης δεκάτης ἐνκυκλίου διʼ Ἀπολλωνίου τελώνου Πακοῖβις Πατοῦτος παστοφορίουπαστοφοριον ἐντὸς τοῦ περιβόλου τοῦτο ἐπιβάλλοντοςἐπιβαλλον αὐτῶι μέρουςμέρος τετάρτου, ὧν αἱ γειτνίαι δεδηλῶνται, ὃν ἠγόρασεν παρὰ Νεχούτου τοῦ Σχώτου ἱερέωςἱερευς Σούχου καὶ Ἀφροδίτης χαλκοῦ Γ, τέλος τ. Παγκράτης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.