no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 11303.
Each record below describes this same ancient text from a different angle.
Σαβείνῳ καὶ τοῖς σὺν αὐτῷ δημοσίοις τραπεζίταις Ἀφροδίσιος Ἡρώδου δημόσιος κτηνοτρόφος κώμης Κερκεσούχων Ἡρακλείδου μερίδος· ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος ὑπὲρ φορέτρων ὧν πεποίημαι ἀπεργασιῶν ἐπὶ τῆς Πολέμωνος μερίδος ἀπεργασίας γενομένης ἐπʼ αὐτῷ γενήματος ιζ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου πυροῦ ἀρτάβας δ γ, ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς λδ τετρώβολον, ἀκολούθως τῷ ἐπιστάλματι οὗ χρόνος Μεχεὶρ ιη. Ἀφροδίσιος ὡς ἐτῶν νε οὐλὴ μετώπῳ μέσῳ. εἰκονίσθη διὰ Ἥρωνος νομογράφου. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ κε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.