p.graux.3.30col11
Σαβείνῳ καὶ τοῖς σὺν αὐτῷ δημοσίοις τραπεζίταις Ἀφροδίσιος Ἡρώδου δημόσιος κτηνοτρόφος κώμης Κερκεσούχων Ἡρακλείδου μερίδος· ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος ὑπὲρ φορέτρων ὧν πεποίημαι ἀπεργασιῶν ἐπὶ τῆς Πολέμωνος μερίδος …