no image
DDbDP-text
Schreiben des Papeiris an Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 19413.
Each record below describes this same ancient text from a different angle.
Παπείρεις Ἀπολλωνίῳ στρατηγῷ Ἀπολλωνοπολείτου ἑπτακωμίας τῷ τιμιωτάτῳ χαίρειν. γινώσκειν σε θέλω ὅτι ἐπεστά λην εἰς τὸν ὑπό σοι νομὸν μόνος καὶ πλαιρειδῖν ὡς ἀρταβῶν ἀρταβῶν Δ ἐμοῦ αἰτησαμένου τὸν νομὸν Βησαρίωνος εἴπαντος. ἐπεσταλην μένος δὲ κατεσχέτην ὑπὸ τοῦ ἐπιτρόπου ὥστε εἱερατεύειν τοῦ χειρεισμοῦ τῶν κυβερνητῶν. καλῶς οὖν ποιήσῃς, φίλτατε, συν λαβόμενος τοὺς ἐμούς, ἐπεὶ ἐγὼ οὐ πάρειμι προσκυνῆσαί σε τὸν τιμιώτατον καὶ σύ μοι ἐπείτρε πε ὡς δυναμένῳ σοι ἐργασίαν δῶ ναι· οὐκ ἀγνοεῖς ὅτι ἄλλας ὀκτὸ μυ ριάδες ἔχω πλοίων ὧν ἐξουσίαν ἔχω ὥστε σαρωθῆναί σου τὸν νομόν. γίνωσκε οὖν, κύριε, ὅτι ἠὰν εἱερα τεύῃ τοῦ χειρεισμοῦ τῶν κυβερνητῶν τῷ ἐπιτρόπῳ ς ἔτους β Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Ἐπεὶφ ιϛ. ἐρρῶσθαί σε θέλω ἀπόδος Ἀπολλωνίωι στρατηγῶι Ἑπτακωμίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.