no image
DDbDP-text
Briefe an Herakleios, Aphrodeisios an Herakleios via HGV-meta
Linked by Trismegistos ID
TM 19429.
Each record below describes this same ancient text from a different angle.
Ἀφροδείσιος Ἡρακλείωι τῶι φιλτάτῳ χαίρειν. μετέλαβον παρά τινων ἀπὸ Ἰβιῶνος σήμε ρον ἐλθόντων συνοδοιπορηκέναι τινὶ παι δαρίῳ τοῦ κυρίου Ἀπολλωνίου ἀπὸ Μέμφε ως ἐρχομένῳ εὐαγγελίζοντι τὰ τῆς νείκης αὐτοῦ καὶ προκοπῆς· οὗ ἕνεκα ἐπίδτηδες πρός σε ἔπεμψα, ἵνα τὸ ἀσφαλὲς ἐπιγνῶ καὶ στεφα νηφορίαν ἄξω καὶ τοῖς θεοῖς τὰς ὀφειλομέ νας σπονδὰς ἀποδῶ. καλῶς οὖν ποιήσεις, τειμιώτατε, τάχιστά μοι δηλώσας. παιδά ρια δύο ἀπὸ Αὐάσεως ἠνέχθη τῷ δεσπότῃ ὧν τὸ μέν ἐστιν τετραετές, τὸ δὲ τριετὴ καὶ πρὸς τῆς τειμῆς ἀργυρίου ω σοὶ ἵνα ᾖς ἐρρῶσθαί σε εὔχομαι τειμιώτατε. δ Ἡρακλείῳ ἐπιτρόπῳ Ἀπολλωνίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.