no image
DDbDP-text
Brief der Tays an Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 19419.
Each record below describes this same ancient text from a different angle.
Τᾶυς Ἀπολλωνίωι τῶι κυρίωι πλεῖστα χαίρειν. πρὸ τῶν ὅλων ἀσπάζομαί σε, δέσποτα, καὶ εὔχομαι πάντοτε περὶ τῆς ὑγιείας σου. ἠγωνίασα, κύριε, οὐ μετρίως, ἵνα ἀκούσω ὅτι ἐνώθρευσας, ἀλλὰ χάρις τοῖς θεοῖς πᾶσι ὅτι σε διαφυλάσσουσι ἀπρόσκοπον. πα ρακαλῶ σε, κύριε, ἐάν σοι δόξῃ, καὶ πέμ ψαι ἐφʼ ἡμᾶς, εἰ δὲ μή, ἀποθνήσκομεν ὅτι οὐ βλέπομέν σε καθʼ ἡμέραν. ὤφελον εἰ ἐδυνάμεθα πετᾶσθαι καὶ ἐλθεῖν καὶ προσ κυνῆσαί σε· ἀγωνιῶμεν γὰρ μὴμὲ βλέπου σαί σε. ὥστε διαλλάγηθι ἡμεῖν καὶ πέμ ψον ἐφʼ ἡμᾶς. ἔρρωσο κύριε καὶ πάντα ἔχομεν καλῶς. Ἐφεὶπ κδ. Ἀπολλωνίωι στρατηγῶι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.