no image
DDbDP-text
Drei Erlasse Caracallas aus den Jahren 212 und 215 via HGV-meta
Linked by Trismegistos ID
TM 19436.
Each record below describes this same ancient text from a different angle.
Αὐτοκράτωρ Καῖσαρ Μάρκος Αὐρήλιος Σεουῆρος Ἀντωνῖνος Εὐσεβὴς λέγει· η μᾶλλον αν τὰς αἰτίας καὶ τοὺς λογισμοὺς θεοῖς τοῖς ἀθανάτοις εὐχαριστήσαιμι, ὅτι τῆς τοιαύτης ησμε συνετήρησαν. τοιγαροῦν νομίζω οὕτω με ως δύνασθαι τῇ μεγαλειότητι αὐτῶν τὸ ἱκανὸν ποι εῖν ὁσάκις ἐὰν ὑπεισέλθωσιν εἰς τοὺς ἐμοὺς ἀνθρώπους ν θεῶν συνεισενέγκοιμι. δίδωμι τοῖς συνάπα σιν κατὰ τὴν οἰκουμένην πολιτείαν Ῥωμαίων, μένοντος τοῦ δικαίου τῶν πολιτευμάτων, χωρὶς τῶν δειτικίων. ὀφείλει γὰρ τὸ νειν πάντα αα ἤδη καὶ τῇ νίκῃ ἐνπεριει ληφ αγμα λώσει τὴν μεγαλειότητα τοῦ Ῥωμαί περὶ τοὺς υς γεγενῆσθαι ᾗπερ δ αλειφων τῶν ἑκάστης ητωος θη ολω το α νελλη μω υπο κυ ιειη οιεσαν εγδια ος κατανέμειν ημ ἀποκατασταθεῖσιν νε ἵππον δημόσιον προεσχηκόσιν ἀποδίδωμι καὶ οὐσιῶν ἐπίκρισις εσει παρὰ σημεί ωσις ἀποφάσεως εἰς τὸ διακατέχειν ἢ λαμβάνειν τὰς πολιτικὰς τιμὰς. καὶ τούτοις τοῖς μετὰ ταῦτα τῆς τάξεως ἑαυτῶν ἢ συνηγορίας πρὸς χρόνον κωλυθεῖσι μετὰ τὸ πληρωθῆναι τὸ τοῦ χρόνου διάστημα οὐκ ὀνειδισθήσεται ἡ τῆς ἀτιμίας παραση μείωσις. καὶ εἰ φανερόν ἐστιν, πῶς πλήρη τὴν χάριτά μου παρενέθηκα, ὅμως ἵνα μή τις στενότερον παρερμηνεύσῃ τὴν χάριτά μου ἐκ τῶν ῥημάτων τοῦ προτέρου διατάγματος, ἐν ᾧ οὕτως ἀπεκρινάμην· ὑποστρεφέτωσαν πάντες εἰς τὰς πατρίδας τὰς ἰδίας ἐλευθέραν με τούτοις πᾶσιν τὴν ἐπάνοδον δεδωκέναι εἰς ἅπασαν τὴν γῆν καὶ εἰς τὴν Ῥώμην τὴν ἐμὴν δηλωτέονδηλωταίον ἐδοκίμασα, ἵνα μὴ παρʼ αὐτοῖς ἢ δειλίας αἰτία ἢ παρὰ τοῖς κακοήθεσιν ἐπηρείας ἀφορμὴ ὑπολειφθῇ. προετέθη πρὸ ε Εἰδῶν Ἰουλίων δυσὶ Ἄσπροις ὑπάτοις, ὅ ἐστιν κ ἔτους Ἐπεὶφ ιϛ ἐν δὲ Ἀλεξανδρείᾳ ὑπὸ τοῦ ἐπιτρόπου τῶν οὐσιακῶν κα ἔτους Μεχεὶρ ιϛ γενομένου ὑπομνήματος ἐπὶ τοῦ λαμπροτάτου ἡγεμόνος Βαιβίου Ἰουγκίνου τῇ δ τοῦ αὐτοῦ μηνὸς Μεχείρ. ἄλλο· Αἰγύπτιοι πάντες, οἵ εἰσιν ἐν Ἀλεξανδρείᾳ, καὶ μάλιστα ἄγροικοι, οἵτινες πέφευγαν ἄλλοθεν καὶ εὐμαρῶς εὑρίσκεσθαι δύναται, πάντῃ πάντως ἐγβλήσιμοί εἰσιν. οὐχὶ μέντοι γε χοιρέμποροι καὶ ναῦται ποτάμιοι ἐκεῖνοί τε, οἵτινες κάλαμον πρὸς τὸ ὑποκαίειν τὰ βαλανεῖα καταφέρουσι. τοὺς δὲ ἄλλους ἔγβαλλε, οἵτινες τῷ πλήθει τῷ ἰδίῳ καὶ οὐχὶ χρήσει ταράσσουσι τὴν πόλιν. Σαραπείοις καὶ ἑτέραις τισὶν ἑορ τασίμοις ἡμέραις εἰωθέναι κατάγειν θυσίαις ἕνεκενεἵνεκεν ταύρους καὶ ἄλλα τινὰ ἔνψυχα ἢ καὶ ἄλλαις ἡμέραις Αἰγυπτίους μανθάνω, διὰ τοῦτο οὔκ εἰσι κωλυτέοι. ἐκεῖνοι κωλύεσθαι ὀφείλουσιν, οἵτινες φεύγουσι τὰς χώρας τὰς ἰδίας ἵνα μὴ ἔργον ἄγροικον ποιῶσι, οὐχὶ μέντοι τὴν πόλιν τὴν Ἀλεξανδρέων τὴν λαμπρο τάτην ην ἰδεῖν θέλοντες εἰς αὐτὴν συνέρχονται ἢ πολιτικωτέραςπολειτικωτέρας ζωῆς ἕνε κεν ἢ πραγματείας προσκαίρου ἐνθάδε κατέρχονται. μεθʼ ἕτερα. ἐπιγεινώσκε σθαι γὰρ εἰς τοὺς λινούφους οἱ ἀληθινοὶ Αἰγύπτιοι δύνανται εὐμαρῶς φωνῇ ἢ ἄλλων αὐτοὶ ἔχειν ὄψεις τε καὶ σχῆμα. ἔτι τε καὶ ζωῇ δεικνύει ἐναντία ἤθη ἀπὸ ἀναστροφῆς πολιτικῆςπολειτικῆς εἶναι ἀγροίκους Αἰγυπτιούς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.