no image
DDbDP-text
Edict of Aristius Optatus via HGV-meta
Linked by Trismegistos ID
TM 17375.
Each record below describes this same ancient text from a different angle.
Ἀρίστιος Ὀπτᾶτος ὁ διασημότατος ἔπαρχος Αἰγύπτου λέγει· γνόντες οἱ προνοητικώτατοι Αὐτοκράτορες ἡμῶν Διοκλητιανὸς καὶ Μαξιμιανὸς οἱ Σεβαστοὶ καὶ Κωνστάντιος καὶ Μαξιμιανὸς οἱ ἐπιφανέστατοι Καίσαρες νε ὡς ἔτυχεν τὰς ἐπιβολὰς τῶν δη μοσίων εἰσφορῶν γίγνεσθαι ὥς τινας μὲν κουφίζεσθαι ἄλλους δὲ βαρεῖσθαιβαρῖσθαι, τὴν κακίστην ταύ την καὶ ὀλέθριον συνήθειαν ἐκκόψαι ὑπὲρ τοῦ συμφέροντος τῶν ἑαυτῶν ἐπαρχιωτῶνἐπαρχειωτῶν τύπον τε σωτήριον δοῦναι καθʼ ὃν δέοι τὰς εἰσφορὰς γίγνεσθαι κατηξίωσαν. πόσα οὖν ἑκάστῃ ἀρούρᾳ πρὸς τὴν ποιότητα τῆς γῆς ἐπεβλήθη καὶ πόσα ἑκάστῃ κεφαλῇ τῶν ἀγροίκων καὶ ἀπὸ ποίας ἡλικίαςἡλικείας μέχριμέχρει ποίας, ἀπὸ τοῦ προτεθέντος θείου διατάγματος καὶ τοῦ αὐτῷ συνηνωμένουσυννηννωμένου βρεουίου οἷς τὰ ἀντίγραφα τούτου μου τοῦ διατάγματος δημοσίᾳ προύταξα, ἔνεστιν πᾶσι υνον. εὐεργετηθέντες οὖν καὶ ἐν τούτῳ τὰ μέγιστα οἱ ἐπαρχιῶταιἐπαρχειῶται φροντισάτωσαν ἀκολούθως τοῖς θειωδῶς διατυπωθεῖσιν τὰς εἰσφο ρὰς μετὰ πάσης ταχύτητος ποιήσασθαι καὶ μηδαμῶςμηδαμως ἀνάγκην τοῦ ἐπείξαντοςἐπιξαντοςαπίξαντος ἐκδέχεσ θαι. προσῆκεν γὰρ τὰ εἰς καθοσίωσιν σύνπαντα προθυμότατα ἕκαστον πληροῦν· εἰ γάρ τις ἄλλο πράξας ὀφθείηαφθειη μετὰ τὴν τοιαύτην δωρεὰν κινδυνεύσει. προσετάχθησαν δὲ οἱ ἄρχοντες καὶ οἱ προπολιτευόμενοιπροπολειτευόμενοι ἑκάστης πόλεως καὶ τοῦ θείου διατάγματος μετὰ τοῦμεγαλοῦ βρεουίου τὸ ἀντίγραφον ἔτι τε καὶ τούτου εἰς ἑκάστην κώμην εἴτʼ οὖν τόπον ἀποστεῖλαι ὑπὲρ τοῦ εἰς γνῶσιν ἁπάντων ᾗ τάχος ἐλθεῖν τὴν μεγαλοδωρίαν τῶν Αὐτοκρατόρων ἡμῶν καὶ τῶν Καισάρων. ἀναμιμνῄσκονται δὲ καὶ οἱ πρακτῆρες ἑκάστου εἴδους πάσῃ δυνάμειδυνάμι παραφυλάττειν· εἰ γάρ τις παραβὰς ὀφθείη κεφαλῇ κινδυνεύσεικινδυνεύσι. ἔτους ιγ καὶ ιβ καὶ ε τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων, Φαμενὼθ κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.