no image
DDbDP-text
Reconnaissance de dette pour du fourrage via HGV-meta
Linked by Trismegistos ID
TM 129813.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Φλαουίων Ὀρέστου καὶ Λαμπαδίου τῶν λαμπροτάτων, Φαρμοῦθι δ τῆς παρούσης δεκάτης ἰνδικτίονος, ἐν Ἡρακλέους Πόλει. Αὐρήλιος Λίτις υἱὸς Παμουθίου μητρὸς Εἰρήνης, ἀπὸ κώμης Τεχθὼ τοῦ Ἡρακλεοπολίτου νομοῦ, πεδιοφύλαξ πεδιάδος Πεενάμεως, Αὐρηλίῳ Πτολεμαίῳ υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ἀνουθίου, τραπεζίτῃ τοῦ ἐνδόξου οἴκου ἀφ’ Ἡρακλέους Πόλεως, χαίρειν. ὁμολογῶ ἔχειν καὶ χρεωστεῖν σοιἔχειν σοι καὶχρεωστεῖν ὑπὲρ φθορᾶς γεγενημένης κατὰ τοῦ διαφέροντός σοι χόρτου καρπῶν ἑνδεκάτης ἰνδικτίονος, χόρτου εὐαρέστου καμήλους πεφορτωμένους ἕξ, γίνονται χόρτου κάμηλοι ϛ decorative sign καὶ τὴν τούτων ἀπόδοσίν σοι ποιήσομαι τῷ εἰσιόντιπαρόντι μηνὶ Φαρμοῦθι καρπῶν τῆς αὐτῆς ἑνδεκάτης ἰνδικτίονος, ἀνυπερθέτως, ἐξ ὑπαρχόντων μου πάντων καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Λίτις υἱὸς Παμουθίου ὁ προκείμενοςπροκίμενος συμφωνῶ τὸ γραμμάτιον ὡς πρόκειταιπρόκιται. Αὐρήλιος Χρῆστος Ἰωάννου ἀφ’ Ἡρακλέους Πόλεως ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. χμγ di emu Mena esemioth sign δι’ ἐμοῦ Μηνᾶ sign signature χειρόγραφον Αὐρηλίου Λίτις υἱοῦ Παμουθίου πεδιoφύλακος Αὐρήλιος Λίτις υἱὸς Παμουθίου πεδιοφύλαξSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.