no image
DDbDP-text
Plainte au sujet de quarante drachmes et de deux portes via HGV-meta
Linked by Trismegistos ID
TM 20979.
Each record below describes this same ancient text from a different angle.
Γαίωι Ἰουλίωι στρατηγῶι. παρὰ Βάσσου τοῦ Βάσσου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως περι κα Ἁρποκρατείωνα Ἀρείου χαλ κεῖ ἐν τῷ Παμμένῳ λεγο μένῳ ν ἀποδ σεν μ τεσ σεράκοντα λαβεῖν α μων τῆς μ δύο · τούτου δὲ ὀφείλοντος δικαιοπραγεῖν καὶ ἀποδοῦναι τὰς τοῦ ἀργυρίου δραχμὰς τεσ σεράκοντα καὶ τὰς θύρας τάκεις ἀπαιτούμενος οὐκ ἀ πέδωκεν καὶ τῇ δὲ δευτέρᾳ τοῦ ἐνεστῶτοςἐνοστῶτος μηνὸς Χοίακ τοῦ τετάρτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, λογοποιησαμένουλογοπυσαμένου οὖν πρὸς αὐ τὸν ὑπέσχετο δοῦναί μοι τιμήντειμὴν τῶν δύο θυρῶν καὶ οὐδʼ ἀπέδωκεν, ἀλλὰ τὰς θύρας μετεπορευόμην καὶ τὰς τοῦ ἀργυρίου δραχμὰς μ. ὅθεν τὴν ἐπὶἐπεὶ σὲσαὶ καταφυγὴν ποιούμενος, ἀξιῶ ἀχθῆναι τὸν Ἁρποκρατίωνα ἐπὶἐπεὶ σὲσαὶ ὅπως ἐπαναγκασ θῇ ἀποδοῦναί μοι τὰς τοῦ ἀρ γυρίου δραχμὰς μ καὶ τὰς θύρας πειν εὐεργετημένος. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.