no image
DDbDP-text
Contratto di società in subaffitto di terreno pubblico via HGV-meta
Linked by Trismegistos ID
TM 19386.
Each record below describes this same ancient text from a different angle.
Τίτος Φλαύιος Σαραπίων Πουπλίῳ Αἰλίῳ Ἀπολλωνίῳ χαίρειν. ὁμολογῶ ἔσεσθαίἔσασθαί σοι κοινωνὸς κατὰ τὸ ἥμισυ μέρος γεωργίας τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους Ἁδριανοῦ καίσαρος τοῦ κυρίου, ὧν ἐξέλαβες ἐκ τοῦ δημοσίου ἀπὸ ὑπολόγου ἐν τῷ Περὶ πόλιν ἄνω καὶ κάτω, ὧν ἐκ μὲν τοῦ Ξένωνος κλήρου περὶ Τερτεμβεῦθιν κάταντα Σαραπιήου ἀρουρῶν ἑξήκοντα τριῶν ἡμίσους , ἔξω ἀρουρῶν ἓξ ἅς γε ἐμίσθωσας ἑτέροις πρὸς ἃς οὐχ ἕξω πρᾶγμα, ὡς εἶναι τὰς κοινὰς ἐμοῦ καὶ σοῦ ὡς πρόκειται ἀρούρας νζ 𐅵 καὶ περὶ Τεμσεῦ ἐκ τοῦ Μικύλου ἀρουρῶν τρίακοντα ἑπτά , γίνονται ἐπὶ τὸ αὐτὸ ἄρουραι ϙδ 𐅵 σου ἐξέλαβες ἐκ τοῦ δημοσίου, ἐπὶ τό με τελέ σαι τοῦ ἐνελκομένουἐνελκουμένου σοι φόρου ἢ ἐνελκυσ θησομένουἐνελκουσθησομένου τὸ ἥμισυ, ἐμοῦ κατʼ ἴσον σοι πάσας τὰς δαπάνας καὶ σπέρματα καὶ ἔργα καὶ α τὰ ἄλλα πάν τα ἀνεμποδίστως ποιησομένου κατὰ τὸ ἥμισυ. ἔτους ι ἡ κοινωνία κυρία. ἔτους ιζ αὐτοκράτορος καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Ἁδριανοῦ η. Ἑρμαῖος Διδύμου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα, μένοντος δέ σοι τοῦ λόγου ὑπὲρ ὧν ὀφείλω σοι ἐγὼ ὁ Σαραπίων κατὰ χειρόγραφον ὡς περιέχει. Ἑρμαῖος Διδύμου ὁμοίως ἔγραψα ὑπὲρ αὐτοῦ καὶ ταύτην τὴν διαστολὴν μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.