no image
DDbDP-text
Letter of Apollonius via HGV-meta
Linked by Trismegistos ID
TM 30333.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλώνιος Σαραπάμμωνι χαίρειν. ἔπεμψά σοι σάκκον ἵνα λάβῇς παρὰ τοῦ Παμέμφιος σησάμου ἀρτάβας δύο καὶ ἀναπέμψῃς διὰ Ἀχιλλέως ἢ ἔχῃς παρὰ σοὶ ελθ ἕως ἂν ἐρχόμε νος μαν τοῦ ἀχύρου καὶ ἀπέμεινας ἀλόγως, καίτοι βου λομένου μου εἰπεῖν σοι τὴν διατα γὴν τῆς κατασπορᾶς καὶ θρυοκοπίας τν ἐπὶ τουτωιωι καὶ ὅπως καῇ ἡ δεῖσα. δήλωσον οὖν μοι εἰ μὴ ἑτοί μως ἔχει ὁ Μῶρος ἀνελθεῖν καὶ εἰ εὗρες παρὰ σοί. ἐργαζέσθω μετὰ Μέλανος τοῦ τέκτονος Πολυδεύκης ὁ μικρὸςμεικρὸς καὶ μὴ αὐτοῦ ἀποστάτω· ἑτοιμασθήτωσαν οὖν αἱ μηχαναί, ἵνα μὴ ἀνέτοιμοι ὤμε θα μετὰ τὴν τοῦ Νείλου επι τλείσθω τὰ κτήματα. ἔρρωσο. Σαραπάμμωνι παρὰ Ἀπολλωνίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.