no image
DDbDP-text
Φλαουίῳ Παύλῳ τῷ σοφωτάτῳ καὶ εὐκλεεστάτῳ σχολαστικῷ καὶ παγάρχῳ ταύτης τῆς Ἀρσινοιτῶν πόλεως, διὰ τοῦ εὐδοκιμοτάτου πιστικοῦ τῶν ἀγρῶν τῆς αὐτῆς πόλεως ΑὐρήλιοςΑὐρήλιοι Γεώργιος ὁ καὶ Μουϊσαῖος πρεσβύτεροςπρεγκεψ υἱὸς Βίκτορος καὶ Πεκύσιος υἱὸς Ἰωσὴφ τοῦ Πέλεκις, ἀμφότεροι γεωργοὶ ἀπὸ τῆσδε τῆςτῆς αὐτῆς πόλεως, χαίρειν. ὁμολογοῦμεν εἰληφέναι καὶ πεπληρῶσθαι καὶ δεδέχθαι παρὰ τῆς ὑμετέρας εὐκλείας διὰ τοῦ αὐτοῦ εὐδοκιμωτάτου ἀνδρὸς τὴν τιμὴν τοῦ δοθέντος παρʼ ἡμῶν χόρτου χλωροῦ ἀρουρῶν πέντε ἐκ τοῦ ἀγροῦ λόγῳ μουλα αγριου φυλῆς κορασινῶν θεῶν, καρπῶν τῆς σὺν θεῷ εἰσιούσης πρώτης ἐπινεμήσεως εἰς πλῆρες, ὅ ἐστιν χρυσίου νομίσματα δύο ἥμισυ ἀρίθμια· χρυσοῦ νομίσματα β 𐅵 ἀρίθμια· καὶ πρὸς ὑμετέραντὴν αὐτῆσ ἀσφάλειαν ταύτην πεποιήμεθα τὴν ἀπόδειξιν κυρίαν οὖσαν. καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Γεώργιος καὶ Πεκῦσις οἱ προκείμενοι πᾶσι στοιχεῖ ἡμῖν ὡς πρόκειται. Δαμιανὸς υἱὸς τοῦ τῆς μακαρίας μνήμης Θεοδωρακίου ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως μαρτυρῶ τῇδε τῇ ἀποδείξει ὡς πρόκειται. Ἀπολλῶς πρεσβύτερος ἐκκλησίας τοῦ ἁγίου Στεφάνου υἱὸς τοῦ μακαρίου Ἄπα Ὣρ μαρτυρῶ τῇδε τῃ ἀποδείξει ὡς πρόκειται. σὺν θεῷ χορπ υἱὸς τοῦ μακαρίου μαρτυρῶμαρτηρῶ τῇδε τῇ ἀποδείξει χλωροῦ γενομένη ὑπὸ Γεωργίου καὶ Πεκύσιος ἀγροῦ περιε εἰς Φλαύιον Παῦ λον τὸν σοφώτατον καὶ εὐκλεέστατον σχολαστικόνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.