no image
DDbDP-text
Contract for Purchase and Delivery of Radish Oil (Paid Requisition) via HGV-meta
Linked by Trismegistos ID
TM 21365.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Κωνσταντίου καὶ Κώνσταντος τῶν λαμπροτάτων, Μεσορὴ κϛ ἐν Ἡρακλέους πόλει ἐπαρχίας Ἀρκαδίας. Φλάουιος Κύριλλος πρίγκεψ τάξεως ἡγεμονίας ἐπαρχίας Ἀρκαδίας Φλαουίοις Ἀρείῳ πολιτευομένῳ τῆς μεγαλοπόλεως ἈλεξανδρείαςἈλεξανδρίας καὶ Θεοπέμπτῳ βουλευτῇ τῆς αὐτῆς πόλεως ἐξ ἐγκελεύσεως τοῦ κυρίου μου λαμπροτάτου ἡγεμόνος ἐπαρχίας Ἀρκαδίας Φλαουίου ΛαύσουΦλαουίου Ὡριγένους ὑπεδεξάμην παρʼ ὑμῶν ἀπὸ τοῦ ἐλαιωνικοῦἀλιμονικοῦἐλιμονικοῦ λόγου τῆς μεγαλοπόλεως ἈλεξανδρείαςἈλεξανδρίας εἰς συνωνὴνυνωνὴν ἐλαίου ῥαφανίνουῥαιφανίνου ὑπὲρ Ἀρσινοιτῶν χρυσοῦ νομισμάτια εὔσταθμα τὸν ἀριθμὸν ἑκατὸν πεντή- κοντα καὶ ἑτοίμως ἔχω καταβαλεῖν ὑμῖν ὑπὲρ ἑκάστου νομισματίου ἐλαίου ξέστας ἑξήκοντα ὡς γίγνεσθαι ὁμοῦ ξέστας Θ καὶ τούτους ὑμῖν ἀποδώσω ἐν τῷ ὅρμῳ τοῦ Ἀρσινοίτου τῷ μέτρῳ τῷ διʼ ὑμῶν ἐκπεμφθέντι ἀπὸ τῆς μεγαλοπόλεως ἈλεξανδρείαςἈλεξανδρίας ὅτε ἂν βουληθείητε ἀνυπερθέτως καὶ δίχα τινὸς ἀντιλογίας καὶ ὄμνυμιὄμνυμει Θεὸν παντοκράτορα καὶ τὴν θείαν εὐσέβειανεὐσέβιαν καὶ νίκηννείκην τῶν δεσποτῶν ἡμῶν Ὁνωρίου καὶ Θεοδοσίου τῶν αἰωνίων Αὐγούστων τὴν ἀπόδοσιν ποιήσεσθαι τοῦ ἐλαίου καὶ μηδὲν διεψεῦσθαι. ἡ χειρογραφία κυρία καὶ ἐπερω- τηθεὶς ὡμολόγησα. Φλάουιος Κύριλλος πρίγκεψ ὑπεδεξάμην παρʼ ὑμῶν ὑπὲρ ἈρσινοιτῶνἈρσινοειτῶν εἰς συνωνὴν ἐλαίου ῥαφανίνου χρυσοῦ νομισμάτια ἑκατὸν πεντήκοντα ὑπὲρ ξεστῶν ἐνακισχιλίων καὶ τούτους ἀποδώσω ὅτε βούλεσθεβούλεσθαι ἐν τῷ ὅρμῳ τοῦ ἈρσινοίτουἈρσινοείτου ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα. διʼ ἐμοῦ Ἡραίσκου ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.