no image
DDbDP-text
Ordinanza del Augustalis della Tebaide, per l’invio del grano ad Alessandria via HGV-meta
Linked by Trismegistos ID
TM 19351.
Each record below describes this same ancient text from a different angle.
Ἰωάννης Θεόδωρος Μηνᾶς Ναρσῆς Χνουβάμμων Ὡρίων Ἥφαιστος ὁ ἐνδοξότατος κυαίστωρ δοὺξ καὶ αὐγουστάλιος τοῦ Θηβαίων ἔθνους. τοῦ καιροῦ σὺν θεῷ ἐνστάντος ἐν ᾧ χρὴ τὴν τῆς ἀπαραιτήτου σιτοπομπίας φροντίδα γενέσθαι τῆς εὐτυχοῦς ὀγδόης αι αὐτ ἐπινεμήσεωςἐπινεμήσεως, πάσης ῥᾳθυμίας μέμψιν ἐκκλίνοντεςἐκκλείνοντες ἐκπέμψαι ταύτην εἰς τὴν Ἀλεξανδρέων μεγαλόπολιν μετὰ παντὸς φόβου σπουδάσατε μικροῖς σκάφεσιν ἐμβαλόμενοι τὸ ἐπιζητούμενον μέτρον εὐθὺ καὶ παραχρῆμα κατὰ τὴν ὑποτεταγμένην γνῶσιν κινδύνῳ τῆς τάξεως· ταύτης γὰρ ἕνεκεν τῆς αἰτίας ἐκ τάξεως ἀπέσταλται. ἔρρωσθε ἔρρωσθε χ χρὴ ὑμὰς κατὰ μίμησιν τῆς ἄρτι παρελθούσης ἑβδόμης ἐπινεμήσεως τὸ ὑποτεταγμένον μέτρον σίτου λόγῳ ἐμβολῆς ὀγδόης ἰνδικτίονος εἰσενεγκεῖν καὶ ἐμβαλέσθαι πλοίοις καὶ τὸν πρόεδρον καὶ τὸν ἐπιμελητὴν καὶ τοὺς ναύτας μετὰ καὶ τῶν πλοίων πεφορτωμένων τῶν γενημάτων εἰσπέμψαι εἰς τὴν τάξιν πρὸς τὴν συνήθη πρᾶξιν τῶν ὑπομνημάτων ὥστε μετὰ ταύτην εἰσπεμφθῆναι τὸ αὐτὸ μέτρον εἰς τὴν μεγαλόπολιν Ἀλεξάνδρειαν. σίτου καγκέλλῳκα ἀρτάβαι Δωπ οὕτως τοῖς ἀπὸ κώμης Ἀφροδίτης τοῦ ἈνταιοπολίτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.