no image
DDbDP-text
Ordinanza dell’Augustalis della Tebaide, per l’invio del grano ad Alessandria via HGV-meta
Linked by Trismegistos ID
TM 19350.
Each record below describes this same ancient text from a different angle.
Ἰωάννης Θεόδωρος Μηνᾶς Ναρσῆς Χνουβάμμων Ὡρίων Ἥφαιστος ὁ ἐνδοξότατος κυαίστωρ δοὺξ καὶ αὐγουστάλιος τοῦ Θηβαίων ἔθνους. τοῦ καιροῦ σὺν θεῷ ἐνστάντος ἐν ᾧ χρὴ τὴν τῆς ἀπαραιτήτου σιτοπομπίας φροντίδα γενέσθαι τῆς εὐτυχοῦς ἑβδόμης ἐπινεμήσεως, πάσης ῥᾳθυμίας μέμψιν ἐκκλίνοντες ἐκπέμψαι ταύτην εἰς τὴν Ἀλεξανδρέων μεγαλόπολιν μετὰ παντὸς φόβου σπουδάσατε μικροῖς σκάφεσιν ἐμβαλόμενοι τὸ ἐπιζητούμενον μέτρον εὐθὺ καὶ παραχρῆμα κατὰ τὴν ὑποτεταγμένην γνῶσιν κινδύνῳ τῆς τάξεως· ταύτης γὰρ ἕνεκεν τῆς αἰτίας ἐκ τάξεως ἀπέσταλται. ἔρρωσθε χρὴ ὑμᾶς κατὰ μίμησιν τῆς ἄρτι παρελθούσης ἕκτης ἰνδικτίονος τὸ ὑποτεταγμένον μέτρον εἰσενεγκεῖν τῇ εὐτυχεστάτῃ σιτοπομπίᾳ τῆς παρούσης ἑβδόμης ἰνδικτίονος. δηλαδὴ τῆς καταβολῆς γιγνομένης τὰς φορμαρίαςτασφοιαρ κομίζεσθεκομίζετε. σίτου καγκέλλῳκα ἀρτάβαι Εψνθ οὕτως β σίτου ς ἀρτάβαι Ββπ ἀρτάβαι β σίτου καγκέλλῳ Γψνθ ἀρτάβαι ψκθSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.