no image
DDbDP-text
Receipt for Rent of an Oil - Press via HGV-meta
Linked by Trismegistos ID
TM 10938.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Ἁθὺρ κθ, διὰ τῆς Σαρα πίωνος τραπέζης Πτερουιτκου. Σύρος Ἀλεξάνδρου τοῦ Ἀλεξάνδρου ἐλαιοῦργος Νεμεσᾶτι Ἡλιοδώρου τοῦ Εὐδαίμονος ἀπὸ ἀμφόδου κων ὡς ἐτῶν τεσσαράκοντα ἀσήμῳ ἀπέχειν τὸν Νεμεσᾶτα παρὰ τοῦ Σύρου φόρον τοῦοῦ διεληλυθότος ἕκτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου οὗ ἔχει ὁ Σύρος ἐν μισθώσει ἐλαιουργίου τοῦ ὑπάρχον τος τῷ φροντιζομένῳ ὑπʼ αὐτοῦ Πομπηίου Πτολεμαίου ἐνάρχου γυμνα σιάρχου ἐλαίου μετρητὰς πέντε , ὡς ἐλαίνου μὲν μετρητὰς δύο ἥμισυ καὶ ῥαφανίνου τοὺς λοιποὺς μετρητὰς δύο ἥμισυ , καὶ μηδὲν αὐτῷ ἐνκαλεῖν περὶ τούτων, μενούσης κυρίας τῆς μισθώσεως ἐφʼ οἷς περιέχει πᾶσιπᾶσει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.