no image
DDbDP-text
Proroga di una προδοματικὴ μίσθωσις via HGV-meta
Linked by Trismegistos ID
TM 12368.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς ΤῦβιΤῦβει λ ἐν Τεβ τύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Δίδυμος ὁ καὶ Λοῦρις Λυσιμάχου τοῦ Ἡρακλείδου τοῦ καὶ Λουρίου ὡς ἐτῶν τριάκοντα τεσσάρων οὐλὴ πήχει δεξιῷ Κρονίωνι πρεσβυτέρῳ Πακήβκιος νος ὡς ἑτῶν τεσσεράκοντα ἐννέα οὐλὴ χειρὶ ἀριστερᾷ μεμισθωκέναι αὐτῷ Κρονίωνι τὰς ὑπαρχούσας αὐτῷ Διδύμῳ τῷ καὶ Λουρίῳ Λυσιμά χου κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι ἐν τῷ λεγομένῳ ἀπὸ λιβὸς πεδίῳ εἰς ἄλλα ἔτη μετὰ τοὺς χρόνους ἧς ἔχει ὁ Κρονίων τοῦ Διδύμου τοῦ καὶ Λουρίου ἑτέρας προδοματικῆς μισθώσεως τῶν αὐτῶν ἀρουρῶν ἐπὶ τὰ ἀπολίποντα διʼ αὐτῆς ἔτη ἀπὸ τοῦ ἐνεστῶτος ἕκτου ἔτους εἰς σπορὰν καὶ ἐπισπορὰν ὧν ἐὰν αἱρῆται ὁ Κρονίων πρὸςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.