no image
DDbDP-text
Linked by Trismegistos ID
TM 10775.
Each record below describes this same ancient text from a different angle.
ΛούκιοςΛουκις ΒελλιῆνοςΒελλῆνοσ Γέμελλος Ἐπαγαθῶι τῶι ἰδίωι χαίρειν. εὖ ποιήσεις κομισάμενός μου τὴν ἐπιστολὴν ἀναγκάσας ἐκχωσθῆναι τὸ ἐν αὐτῶι κόπριον ἵνα καταβολαῖον γένηται ὃ λέγεις ταμιεῖονταμεῖον, καὶ τὰ κύκλωι τοῦ ἐλαιουργείουἐλαιοὐργίου ἔξωθεν σκάψον ἐπὶ βάθος ἵνα μὴ εὐυπέρβατονεὖ ὑπερβατὸν ἦι τὸ ἐλαι ούργιον, καὶ χώρισον τὸ κόπριον εἰς τὴν κοπρηγίαν, καὶ λιμναζέ τωσαν ἡμῶν τοὺς κλήρους πάν τας ἵνα τὰ πρόβατα ἐκεῖ κοιμηθῆι, καὶ τοὺς ἐλαιῶνας τὸ δεύτερον ὕδωρ ποτισάτωσανλουσάτωσαν, καὶ διάβα εἰς Διονυσιάδα καὶ γνῶθι εἰ πεπότισ ται ὁ ἐλαιὼν δυσὶ ὕδασι καὶ δεδι κράνισται, εἰ δέ τι μὴ ποτισθήτωποτισθήτωι καὶ εντε ἀσφαλῶς δικρανισ θῆ μκα αὐτοὺς διαπέσηι, καὶ δοὺς καὶ Ψέλλον τοὺςτου σιτολόγους υχ καὶ Χαιρᾶν τὸν γραμματέα τῶν γεωργῶν καὶ Ἡρακλᾶν δραχμὰς ϙ καὶ τόκους, καὶ Χαιρᾶν τόν ποτε πράκτορα δραχμὰς κδ, καὶ Διδᾶν δουν τιμὴν κριθῆς δραχμὰς σμ καὶ τόκους, καὶ Ἥρωνα τόν ποτε ἡγούμενον τόκους ἐτῶν β δραχμὰς ρκ. καὶ τὰς θύρας ἐπιστησάτωσαν οἱ τέκτονες· πέμπω δέ σοι τὰ σχοι νία. τὰς δὲ ὠλένας τοῦ ἐλαιουργίου διπλᾶς ποίησον, τὰς δὲ τῶν κα ταβολαίων ἁπλᾶς. ἔρρωσο. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Γερμανικοῦ ιδ. μὴ οὖν ἄλλως ποιήσῃς. ἀπόδος Ἐπαγαθῷ ἀπὸ Λουκίου ΒελλιήνουΒελλήνου Γεμέλλου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.