no image
DDbDP-text
Enrolment of Minors as Citizens via HGV-meta
Linked by Trismegistos ID
TM 20960.
Each record below describes this same ancient text from a different angle.
πεπολιτογραφημένων ἐντὸς τῆς ὡρισμένης προθεσμίας ὑπομνήματα τῆι βουλῆι δεδωκότων, ὕστερον δὲ παραστησάντων τοὺς παῖδας· Ἡρακλείδης ὁ καὶ Οὐαλέριος Ἡρακλείδου τοῦ Μάρωνος Ἀντινοεύς, ἄποικος Ἀρσινοΐτου ἀνδρῶν Ἑλλήνων, ὡς ἐτῶν νζ, ὑπὲρ υἱῶν β· Λυσιμάχου τοῦ καὶ Διδύμου ἐτῶν ἑπτά , Φιλοσαράπιδος ἐνιαυτοῦ ἑνός . γνωστῆρες· Ἡρακλείδης ὁ καὶ Γέμελλος Ἡρακλείδου τοῦ καὶ Αἰλουρίου Ἀντινοεύς, ἄποικος Ἀρσινοΐτου ἀνδρῶν Ἑλλήνων· Σοῦχος Πτολεμαίου τοῦ Τρύφωνος Ἀντινοεύς, ἄποικος Ἀρσινοΐτου ἀνδρῶν Ἑλλήνων· Ἥρων Πτολεμαίου τοῦ Τρύφωνος Ἀντινοεύς, ἄποικος Ἀρσινοΐτου ἀνδρῶν Ἑλλήνων. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Μεταγειτνιῶνος Παχὼν ι. πρύτανις· Κάστωρ Ἀμμωνίου. Ἄρειος Ἑρμίου σεσημείωμαι. ἀπαρχὴ Διδύμου καὶ Φιλοσεράπιδος. παρὰ Ἡρακλείδου τοῦ καὶ Οὐαλερίου Ἡρακλείδου τοῦ Μάρωνος ρι υι πSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.